21. Ἢν δὲ τύχῃ παλαιότερον ἐὸν τὸ φλέγμα, λευκὸν δὲ καλέεται τοῦτο τὸ φλέγμα, πάσχει τάδε· βαρύνει τὸν ἄνθρωπον μᾶλλον, καὶ ἰδέην ἀλλοίην ἔχειν τοῦ ἐπιδημίου δοκεῖται, ὠχρότερός τέ ἐστι, καὶ οἰδέει οἰδήματι πᾶν τὸ σῶμα, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα ἐπέχει, καὶ ὁκόταν φάγῃ, τὸ πνεῦμα πυκνὸν ἐπιπίπτει αὐτῷ· οὗτος τῆς αὐτῆς ἡμέρης ποτὲ μὲν γίνεται ῥᾴων, ποτὲ δὲ πονέει ἐξαπίνης, καὶ δοκέει ἀποθανέεσθαι. Τούτῳ ἢν μὲν ἡ γαστὴρ αὐτομάτως ταραχθῇ, ἐγγυτάτω ὑγιὴς ἔσται· ἢν δὲ μὴ ταραχθῇ αὐτομάτη ἡ κοιλίη, καθαίρειν δεῖ διδόντα τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου ἢ τῆς Μαγνησίης λίθου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ἓν ἢ δύο, συνεψέσθω δὲ ἐν τῇ φακῇ σκόροδα, καὶ τεύτλου λιπαροῦ ἀνηδύντου, ἀλφίτων περιπάσσοντα, δοῦναι τρυβλίον· πινέτω δὲ οἶνον μέλανα αὐστηρόν τε καὶ ἰσχυρόν. Τῇ δὲ ὑστεραίῃ βαδιζέτω σταδίους εἴκοσι τὸ ἑωθινόν· ἐλθὼν δὲ φαγέτω ἄρτον μικρὸν ἔξοπτον, καὶ ὄψον ἐχέτω σκόροδα ἑφθά· καὶ πινέτω τοῦ αὐτοῦ οἴνου ὀλίγον ἀκρητέστερον· εἶτα βαδιζέτω σταδίους τριήκοντα, καὶ ὁκόταν ὥρη ᾖ, δειπνεέτω ὁκόσον περ καὶ εἴθιστο ἀριστῇν, ὄψον δὲ ἐχέτω μάλιστα μὲν πόδας συὸς καὶ κεφαλάς· εἰ δὲ μὴ, ἀλεκτρυόνος κρέασιν ἢ ὑὸς τετριμμένοισι χρεέσθω, ἰχθύων δὲ σκορπίῳ ἢ δράκοντι ἢ κόκκυγι ἢ καλλιωνύμῳ ἢ κωβιῷ ἢ τῶν ἄλλων ἰχθύων ὁκόσοι τὴν ἴσην δύναμιν ἔχουσι· λαχάνοισι δὲ χρεέσθω σκορόδοισι μόνοισι καὶ ἄλλων τῶν λαχάνων μηδενί· ταῦτα δὲ ὡς πλεῖστα τρωγέτω καὶ ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθὰ, αἰεὶ πλείω ἑκάστης ἡμέρης, καὶ ταλαιπωρεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἐξ ὀλίγου πλέον. Τοῦτο τὸ νούσημα μάλιστα γίνεται θέρεος ὥρῃ ἀπὸ ὑδροποσίης, ἔτι δὲ καὶ ὕπνων πολλῶν· κρίνεται δὲ ἐν τριήκοντα ἡμέρῃσιν, εἰ θανάσιμον ἢ οὔ. Ταῦτα μὲν ποιεέτω, ὁκόταν αἱ τριήκοντα ἡμέραι παρέλθωσιν. Ἐν δὲ τῇσι πρώτῃσι τῶν ἡμερέων ῥοφήμασι διαχρεέσθω φακῇ ἑφθῇ ἐπωκεστέρῃ τῷ ὄξει, καὶ πτισάνῃ ὀξείῃ· πινέτω δὲ χλιαρὸν μελίκρητον, ἄλφιτα ἐπιπάσσων ὀλίγα, ἵνα ἀνωργασμένον τὸ σῶμα ᾖ πρὸς τὴν φαρμακοποσίην, καὶ εὑδέτω ὑπαίθριος ταύτας τὰς ἡμέρας· καὶ ἤν σοι δοκέῃ τοῦ αἵματος ἀφελέειν ἀπὸ τῆς ὀσφύος, σικύην προσβαλεῖν, καὶ τὰς ἐν τῇ ὄσχῃ φλέβας σχάσαι τὰς παχυτάτας. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται. 22. Περιίσταται ἀπὸ φλέγματος μάλιστα ἐς ὕδερον τρόπῳ τοιῷδε· ἡ πιμελὴ συντήκεται καὶ γίνεται ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ φλέγματι ἐόντος ὕδωρ. Γνώσῃ δὲ τούτῳ, ὅστις δυνατός ἐστιν ἰηθῆναι καὶ ὅστις μή· ἕως ἄν τινι ἐπὶ τῷ ἤτρῳ ἐπῇ ἡ πιμελὴ, δυνατὸς ἰηθῆναί ἐστι· γνώσῃ δὲ τούτοισι μάλιστα, εἰ ἕπεστι πιμελὴ ἐπὶ τῷ ἤτρῳ ἢ οὔ· ἢν μὲν πυρετοὶ ἐπιγένωνται καὶ μὴ δύνηται ἀνίστασθαι καὶ ὁ ὀμφαλὸς ἔξω ἐξίσχῃ πεφυσημένος, φάναι μηκέτι ἐπεῖναι πιμελὴν καὶ μὴ ἰήσιμον εἶναι ἢν δὲ πυρετὸς μὴ ἐπιγένηται, καὶ δυνατὸς ᾖ ἀνίστασθαι, καὶ ὁ ὀμφαλὸς μὴ ἐξίσχῃ, φάναι ἐπεῖναι πιμελὴν καὶ ἰήσιμον εἶναι. Τούτῳ ξυμφέρει τὴν κοιλίην ξηραίνειν, διδόντα ἄρτον μὲν αὐτοπυρίτην, θερμὸν, μὴ ἕωλον, ὄψον δὲ ὄνου κρέας καὶ κυνὸς τελείου, καὶ ὄϊος, καὶ ὑὸς ὡς ὀπτὰ, καὶ ἀλεκτρυόνος ὀπτὰ θερμὰ, καὶ πουλύποδας ἐσθιέτω ἑψῶν ἐν οἴνῳ μέλανι αὐστηρῷ· οἶνον δὲ πινέτω μέλανα ὡς παχύτατον καὶ στρυφνότατον· ἰχθύων δὲ χρεέσθω κωβιῷ, δράκοντι, καλλιωνύμῳ, κόκκυγι, σκορπίῳ καὶ ἄλλοισι τοῖσι τοιούτοισι πᾶσιν ἑφθοῖσιν ἑώλοισι καὶ ψυχροῖσιν· ὡς ξηρότατοι γὰρ οὗτοι μάλιστά εἰσι, καὶ ἐς τὸν ζωμὸν μὴ ἐμβαπτέσθω, καὶ ἄναλτοι ἔστωσαν οἱ ἰχθύες· λαχάνων δὲ χρεέσθω ῥαφανίσι καὶ σελίνοισιν· ἑψήσθω δὲ φακὴν τῷ ὄξει ἐπωκεστέρην καὶ ἐσθιέτω, καὶ περιπατεέτω καθ’ ἡμέρην, καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθρου, καὶ ὄψιος εὑδέτω, καὶ πρώϊος ἐξεγειρέσθω. Κἢν μὲν ὑπὸ τούτων καθίστηται, ἅλις· ἢν δὲ μὴ, πῖσαι αὐτὸν κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δύο τρυβλία ἐπιῤῥοφεέτω, καὶ ἄρτον μικρὸν καταφαγέτω· οἶνον δὲ πινέτω μέλανα, στρυφνὸν, ὀλίγον· πινέτω δὲ φάρμακον δὶς τῆς ἡμέρης, ἕως ἂν λαπαρὸς γένηται. Ἢν δὲ τὸ οἴδημα καθεστήκῃ ἐν τῇ ὄσχῃ καὶ τοῖσι μηροῖσι καὶ τῇσι κνήμῃσι, κατασχᾷν χρὴ ὀξυτάτῳ μαχαιρίῳ πολλὰ πυκινά. Ταῦτα ἢν ποιέῃς, ταχὺ ὑγιέα ποιήσεις.