11. Φθίσις δευτέρα· γίνεται μὲν ἀπὸ ταλαιπωρίης· τὰ αὐτὰ δὲ πάσχει ὡς ἐπιτοπλεῖστον, ἃ καὶ ὁ πρόσθεν· ἡ δὲ νοῦσος διαπαύει αὕτη μᾶλλον τῆς προτέρης, καὶ τοῦ θέρεος ἀνίησιν. Τὸ δὲ σίαλον ἀποπτύει, παχύτερον μὲν τῆς πρόσθεν, καὶ βὴξ πιέζει μάλιστα τοὺς γεραιοὺς, καὶ ὁ πόνος ἰσχυρότερος ἐν τοῖσι στήθεσι, καὶ δοκέει οἷόν περ λίθος ἐν αὐτοῖσιν ἐγκέεσθαι· πονέει δὲ καὶ τὸ μετάφρενον· καὶ ἡ χροιὴ δίυδρος αὐτέου ἐστὶ, καὶ ἤν τι πονήσῃ, φύση καὶ ἆσθμα ἴσχει. Οὗτος ἐκ ταύτης τῆς νούσου ἐν τρισὶν ἕτεσι μάλιστα θνήσκει. Μελετᾷν δὲ χρὴ τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τὸν πρόσθεν. Αὕτη ἡ νοῦσος προσέχει τοῖσι πολλοῖσι μέχρι τριῶν ἐτέων, ἀλλ’ ἀποθνήσκουσιν· ἡ γὰρ νοῦσος χαλεπή. 12. Φθίσις τρίτη· ὑπὸ ταύτης τάδε πάσχει· ὁ μυελὸς αὐτέου ὁ νωτιαῖος αἵματός τε καὶ χολῆς μεστὸς γίνεται. Φθίνει δὲ ὁμοίως καὶ ἀπὸ τῶν κοίλων φλεβῶν· αὗται δὲ φλέγματος ὑδρωποειδέος ἐμπίπλανται καὶ χολῆς. Πάσχουσι δὲ τὰ αὐτὰ, ἀφ’ ὁκοτέρων ἂν φθίνῃ, καὶ ὁ ἄνθρωπος εὐθὺς μέλας γίνεται καὶ ὑποιδαλέος, καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ὑπώκια ὠχρὰ, καὶ αἱ φλέβες αἱ ἐν τῷ σώματι ὠχραὶ διατέτανται, ἔνιαι δὲ σφόδρα ἐρυθραί· μάλιστα δὲ δῆλαι αἱ ὑπὸ τῇσι μασχάλῃσι· καὶ ἀποπτύει ὠχρὰ, καὶ ὅταν αὐτέῳ ἐπίῃ, πνίγεται καὶ βῆξαι οὐ δύναται ἐνίοτε βουλόμενος· ἐνίοτε δὲ ὑπὸ τοῦ πνίγματος καὶ τῆς προθυμίης τοῦ βήσσειν ἀθρόον ἤμεσε χολὴν, ποτὲ δὲ λάπην, πολλάκις δὲ καὶ τὰ σιτία, ὅταν φάγῃ, καὶ ὁκόταν ἀπεμέσῃ, δοκέει κουφότερος εἶναι· εἶτ’ αὖθις ὀλίγον χρόνον διαλιπὼν, ἐν τοῖσιν αὐτοῖσι πόνοισι κέεται. Οὗτος καὶ φθέγγεται ὀξύτερον ἢ ὑγιαίνων, καὶ ῥῖγος καὶ πυρετὸς διαπαύων ἐπιλαμβάνει ἱδρώδης. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, βρωτοῖσι καὶ ῥοφήμασι καὶ ποτοῖσι καὶ φαρμάκοισι καὶ τοῖσιν ἄλλοισι πᾶσι μελετῇν, ὥσπερ τοὺς πρόσθεν. Ἡ δὲ νοῦσος διαφέρει μάλιστα ἐννέα ἔτεα, ἔπειτα διαφέρει φθειρόμενος· παῦροι δὲ φυγγάνουσιν ἐξ αὐτῆς· χαλεπὴ γὰρ ἡ νοῦσος. Ἢν δὲ βούλῃ, ὧδε ἰῆσθαι αὐτόν· πρῶτα μὲν πυριῆσαι, καὶ ὁκόταν πυριηθῇ, τῇ ὑστεραίῃ δοῦναι αὐτῷ πιεῖν μελικρήτου ἡμίχουν καὶ ὄξος παραχέαι ὀλίγον, καὶ κέλευε ἀπνευστὶ τοῦτο πιεῖν· ἔπειτα τῶν ἱματίων ἀμφιέσαι αὐτὸν πολλὰ καὶ ὡς πλεῖστον χρόνον· ἢν δὲ μὴ ἀνέχηται, ἀλλ’ ἐξεμέσαι βούληται, ἐξεμεέτω· ἢν δὲ μὴ ἔμετος ἔχῃ χρόνου ἤδη ἐγγενομένου, ἐπιπιὼν ὕδατος χλιεροῦ μεγάλην κύλικα, ἐμεέτω καταματτόμενος πτερῷ· ὁκόταν δὲ ἀπεμέσῃ ὥστε καλῶς ἔχειν, ἡσυχίην ἐχέτω ταύτην τὴν ἡμέρην. Ὁκόταν δὲ ὥρη δείπνου ᾖ, δειπνεέτω μᾶζαν ὀλίγην, καὶ ὄψον ἐχέτω τάριχος καὶ πράσα, ταῦτα δὲ ἐσθιέτω ὡς πλεῖστα, οἶνον δὲ πινέτω γλυκύν. Τὸν δὲ λοιπὸν χρόνον, λουέσθω πᾶσαν ἡμέρην ἅμα ἕωθεν θερμῷ πολλῷ, καὶ μετὰ τὸ λουτρὸν φυλάσσειν χρὴ ὡς μὴ ῥιγώσῃ, ἀλλὰ κατακλιθεὶς εὑδέτω ὡς πλεῖστον χρόνον. Ὁκόταν δὲ ἀναστῇ εὕδων, περιελθέτω σταδίους εἴκοσι τὸ βραχύτατον ταύτῃ τῇ ἡμέρῃ· τῇσι δὲ ἄλλῃσιν ἡμέρῃσι πέντε σταδίους ἄλλους ὑπερβάλλων βαδιζέτω, ἑκάστης ἡμέρης προστιθεὶς, ἄχρις ἂν ἀρίκηται ἐς τοὺς ἑκατὸν σταδίους. Τὴν δὲ κοιλίην ὑποκαθαίρειν δεῖ ἐκ τῆς ἡμέρης χυλοῖσι τεύτλων καὶ ἀπὸ κράμβης, χωρὶς ἑκάτερα ἑψήσας ἀπηθῆσαι χοέα ἑκατέρου· εἶτα ξυμμίξας ἅμα συνεψεῖν· τὸ δὲ ὀϊὸς στέαρ τὸ ἀπὸ τῶν νεφρῶν τεταρτημόριον μνᾶς ἐν ἀμφοτέροισιν ἑψεῖν διελών· ὁκόταν δὲ μέλλῃ πιεῖσθαι, πρὸς μὲν τῆς κράμβης τὸν χυλὸν ἅλας παραβάλλειν, πρὸς δὲ τὸν τῶν τευτλίων μέλι παραχέειν· ἐξὸν δὲ χωρὶς ἑκάτερον πίνειν, ἢ μέλι παρεγχέας παρὰ τὴν ἑτέρην κύλικα πίνειν, παρὰ δὲ τὴν ἑτέρην ἅλας· ἐκπιεῖν δὲ χρὴ πάντα τὸν χυλόν. Ταῦτα μὲν ποιέειν χρὴ τριήκοντα ἡμέρας· τῷ δὲ δευτέρῳ μηνὶ ἐσθιέτω ἄρτον καὶ κρέα πίονα ὑὸς ἑφθὰ, ἄλλο δὲ μηδέν· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ ὁδὸν ὁδοιπορεέτω μὴ ἐλάσσω σταδίων τριήκοντα πρὸ τοῦ δείπνου, μετὰ δὲ τὸ δεῖπνον δέκα, καὶ μὴ ῥιγούτω, ἀλλ’ ἐσκεπάσθω. Ταῦτα ἢν ποιέῃ, ῥήϊον οἴσει τὴν νοῦσον. Τῷ δὲ τρίτῳ μηνὶ κυκεῶνα ἀνθινὴν πινέτω· σελίνου. ῥίζας καὶ ἄνηθον καὶ πήγανον καὶ μίνθην καὶ κορίανον καὶ μήκωνας ἁπαλὰς καὶ ὤκιμον καὶ φακὸν καὶ ῥοιῆς γλυκέης καὶ οἰνώδεος χυλόν· εἶναι δὲ χρὴ τὰς γλυκείας διπλασίας· εἶναι δὲ χρὴ τοῦ χυλοῦ ξυναμφοτέρων ἡμικοτύλιον καὶ οἴνου μέλανος ἡδέος αὐστηροῦ ἡμικοτύλιον καὶ ὕδατος κοτύλης ἥμισυ· ἔπειτα ἄνθεα τρίψας λεῖα, διῆναι τούτῳ τῷ συγκεκρημένῳ, καὶ ἐγχέαι ἐς κύλικα· ἔπειτα ἐπιβαλεῖν ἄλευρα ὀρόβων, ὁκόσον ὀξύβαφον, καὶ ἄλφιτον ἴσον, καὶ τυροῦ παλαιοῦ αἰγείου ξέσας τὸ ἴσον τοῖσιν ὀρόβοισι· ταῦτα ξυγκυκήσας ἐκπιέτω ἔπειτα διαλιπὼν ὀλίγον χρόνον ἀριστάτωβ ἄρτον, καὶ ὄψον ἐχέτω τέμαχος νάρκης ἢ ῥίνης ἢ γαλεοῦ ἢ βατίδος, καὶ κρέαι. ὑὸς ἐσθιέτω ἑφθὰ, καὶ παχυνέτω ἑωυτὸν, ἡσυχίην ἄγων ὡς μάλιστα, καὶ πυριῇν διὰ δεκάτης ἡμέρης ἐς ἑωυτὸν ἡσυχῇ. Τῷ δὲ τετάρτῳ μηνὶ πυριῇν διὰ πέμπτης ἡμέρης ἀτρέμα, καὶ ἐσθιέτω ὄψον ὡς πλεῖστον· ὄψῳ δὲ χρεέσθω τυροῖσι καὶ κρέασιν ὀλίγοισιν, οἰὸς ἑφθοῖσιν, Ὁδοιπορεέτω δὲ καὶ σταδίους, ὡς πρόσθεν εἴρηται, ἀρξάμενος δὲ τοῦ τετάρτου μηνὸς τῇ πρώτῃ ἡμέρῃ, ἀπὸ δέκα σταδίων βαδιζέτω, καὶ καθ’ ἑκάστην προστιθέτω, μέχρις ἂν αὐτῷ ὀγδοήκοντα γένωνται στάδιοι· περιπατεέτω, δὲ τῆς ἡμέρης ὀγδοήκοντα σταδίους, [πρὸτοῦ δείπνου τριήκοντα,] μετὰ τὸ δεῖπνον, εἴκοσι, ὄρθρου τριήκοντα. Τὸ δὲ λοιπὸν τοῦ χρόνου διαιτάσθω μᾶζαν καὶ ἄρτον ἐσθίων, ἀμφότερα, καὶ ὄψον ἐχέτω σελάχια, καὶ κρέα δὲ πάντα ἐσθιέτω, πλὴν βοείων, καὶ χοιρείων· ἰχθύων, δὲ τῶν δεν ἀπεχέσθῳ, κεστρέος καὶ ἐγχέλυος καὶ μελανούρου· ἐσθιέτω δὲ νάρκκν. καὶ ῥίνην καὶ βατίδα, καὶ γαλεὸν καὶ τρυγόνα καὶ βατράχους, τῶν δὲ ἄλλων μηδέν· ἢν δὲ δοκέῃ, ἀσινέα εἶναι, καὶ κυκεῶνα, ἐπειδὰν θέλῃ καθευδῆσαι, πινέτω ἀπὸ οἴνου μέλανος, ἡδέος, παλαιοῦ, δικότυλον κύλικα, καὶ μεθ’ ἡμέρην τῷ αὐτῷ οἴνῳ χρεέσθω ἐπὶ σιτίῳ. Καὶ ὁδοιπρρεέτω τῆς ἡμέρης, ἑκατὸν πεντήκοντα σταδίους, [πρὸ τοῦ δείπνου ἐννενήκοντα,] μετὰ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα. Οὗτος οὕτω θεραπευόμενος γίνεται ἐν ἐνιαυτῷ ὑγιής. 13. Αὐαίνεται μυελὸς ὁ κατὶ τὴν ῥάχιν μάλιστα, ὁκόταν τὰ φλέβια ἀποφραχθῇ τὰ ἐς τὸν μυελὸν τείνοντα καὶ ἡ ἐκ τοῦ ἐγκεφάλου ἔφοδος. Διὰ κάκωσιν δὲ τοῦ σώματος τάδε πάσχει καὶ νοσέει· αὐαίνεται μάλιστα καὶ ἀπὸ λαγνείης· τάδε οὖν πάσχει· ὀδύνη ὀξέη ἐμπίπτει αὐτῷ ἐς τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, καὶ ἐς τὴν ὀσφῦν, καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ ἐς τὰ ἄρθρα τῶν σκελέων, ὥστε ἐνίοτε οὐ δύναται ξυγκάμπτειν· καὶ ἡ κόπρος οὐ διαχωρέει, ἀλλ’ ἵσταται καὶ δυσουρέεται. Οὗτος κατ’ ἀρχὰς μὲν τῆς νούσου ἡσυχαίτερον διάγει· ὁκόσῳ δ’ ἂν ὁ χρόνος τῇ νούσῳ ἀπομηκύνηται, πονέει ἅπαντα μᾶλλον, καὶ τὰ σκέλεα οἰδέει ὡς ἀπὸ ὑδέρου, καὶ ἕλκεα ἐκφλυνδάνει ἀπὸ τῆς ὀσφύος, καὶ τὰ μὲν ἄλλα ὑγιαίνεται, τὰ δὲ ἄλλα παραφύεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας τὴν κεφαλὴν, τῷ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ καθῆραι πρῶτον τὸ σῶμα εὖ μάλα· τῆς δὲ ἑσπέρης μετὰ τὴν κάθαρσιν πτισάνης δύο τρυβλία ῥοφεέτω μέλι παραχέας· οἶνον δὲ λευκὸν πινέτω μαλθακόν. Τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος διδόναι αὐτῷ ἑφθοῦ, μέλι παραχέας, ὀκτὼ κοτύλας ἐκπιεῖν· ἢν δὲ μὴ ὄνειον ἔχῃς, βοείου ἢ αἰγείου ἑφθοῦ τρία ἡμιχόεα, παραχέας μέλι· καὶ τὴν ὥρην γαλακτοποτεέτω ἐν ὀῤῥῷ καὶ γάλακτι, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Σιτίοισι δὲ καὶ ὄψοισι χρεέσθω ὡς διαχωρητικωτάτοισιν· οἶνον δὲ πινέτω λευκὸν, μαλθακὸν, Μενδήσιον. Ὁκόταν δὲ παχύτατος ᾖ, καῦσαι αὐτοῦ ἐς τὴν ὀσφῦν ἑκατέρωθεν τῶν σπονδύλων τέσσαρας ἐσχάρας, καὶ ἐς τὸ μετάφρενον δεκαπέντε ἑκατέρωθεν, καὶ ἐς τὸν αὐχένα δύο μεταξὺ τῶν τενόντων· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπή. 14. Αἱ τέσσἆρες νοῦσοι αἱ ἀπὸ τῶν νεφρῶν γινόμεναι ἀπὸ τῆς πρώτης τάδε πάσχει ὀδύνη ὀξείη ἐμπίπτει ἐς τὸν νεφρὸν καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὸν ὄρχιν τὸν κατὰ τὸν νεφρὸν, καὶ οὐρέει πυκινὰ, καὶ στύφει κατ’ ὀλίγον τὸ οὖρον, καὶ ἅμα τῷ οὔρῳ προέρχεται ψάμμος, καὶ ὁκόταν ἐξίῃ διὰ τῆς οὐρήθρῃς ἡ ψάμμος, ὀδύνην πάρέχει ἰσχυρῂν ἐν τῇ οὐρήθρῃ· δκόταν δὲ διεξουρήσῃ, ἡ ὀδύνη ἀνίησιν· ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσκ κέεται· ὁκόταν δὲ οὐρέῃ, καὶ τὸν καυλὸν ὑπὸ τῆς ὀδύνης τρίβεῖβ Πολλοὶ δὲ τῶν ἰητρῶν οἱ μὴ συνιέντες τὴν νοῦσον, ὁκόταν ἴδωσι τὴν ψάμμον, δοκέουσι λιθιῇν τὴν κύστιν, καὶ ταύτην μὲν οὒ, τὸν δὲ νεφρὸν λιθιῇ. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ φλέγματος, ὁκότανς ὁ νεφρὸς ἐς ἑωυτὸν ἀναλαβὼν φλέγμα μὴ ἀφίῃ πάλιγ, ἀλλ’ αὐτοῦ ξυμπωρωθῇ· τοῦτο γίνεται λίθοι λεπτοὶ οἷον ψάμμος. Τοῦτον, ὁκόταν, οὕτως ἔχη, τῷ ὀπῷ τῆς σκαμμωνίης ἢ αὐτῇ τῇ ῥίζῃ, πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα ὑποκαθῆραι τῇ δὲ ὑστεραίῃ τῷ ἀπὸ ἐρεβινθων λευκῶν χυλῷ ὑποβ καθῆραι δύο χοεῦσιν; ἅλας δὲ παρεμβαλῲν διδόναι πίνειν· μετὰ δὲ ταῦτα ποιοῖσι καὶ βρωτοῖσι καὶ λουτροῖσι μελετῇν, διδοὺς τὰ αὐτὰ ἃ τῷ στραγγουριῶντι δίδοιαι φάρμακα. Ὁκόταν δὲ ἡ ὀδύνη πιέσῃ, λούειν πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι ὅπη πονέει μάλιστα. Ὁκόταν δὲ ἀποιδήσῃ καὶ ἐξαρθῇ, ὑπὸ τοῦτον τὸν χρόνον τάμνειν κατὰ τὸν νεφρὸν, καὶ ἐξελὼν τὸ πῦος, τὴν ψάμμον διουρητικοῖσιν ἰῆσθαι· ἢν μὲν γὰρ τμηθῇ, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ μὴ, ἡ νοῦσος τῷ ἀνθρῴπῳ συναποθνήσκει. 15. Δευτέρη νοῦσος νεφρῶν· αἱ μὲν ὀδύναι ἰσχυρῶς πιέζουσιν ὡς, ἐν τῇ πρόσθεν. Γίνεται δὲ τὸ νούσημα ἀπὸ ταλαιπωρίης, ὁκόταν ῥαγῇ τὰ φλέβια τὰ ἐς τὸν νεφρὸν τείνοντα, ἔπειτα ὁ νεφρὸς αἵματος ἐμπλησθῇ. Οὗτος ὁκόταν ταῦτα πάθῃ, ἐξουρέει ἅμα τῷ οὔρῳ αἷμα κατ’ ἀρχὰς τοῦ νουσήματος, ἔπειτα πῦον προϊόντος τοῦ χρόνου. Οὗτος ἢν ἡσυχίην ἔχῃ τῷ σώματι, τάχιστα ὑγιὴς ἔσται· ἢν γάρ τι πονήσῃ, αἱ ὀδύναι πολλῷ μᾶλλον ἕξουσιν. Ὁκόταν γοῦν ἔμπυος ᾖ ὁ νεφρὸς, ἀποιδέει παρὰ τὴν ῥάχιν· τοῦτον, ὅταν οὕτως ἔχῃ, τάμνειν κατὰ τὸ ἀποιδέον, μάλιστα μὲν βαθείην τομὴν κατὰ τὸν νεφρόν· κἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις· ἢν δὲ ἁμάρτῃς, κίνδυνος ἕλκος ἔμμοτον γενέσθαι. Ἢν δὲ ξυμφυῇ τὸ ἕλκος, ἐμπυοῦται εἴσωθεν ἡ κοιλίη ἡ ἀπὸ τοῦ νεφροῦ· κἢν μὲν ῥαγῇ ἔσωθεν καὶ χωρήσῃ κατὰ τὸν ἀρχὸν τὰ πῦα, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ ψαύσῃ τοῦ ἑτέρου νεφροῦ, κινδυνεύσει καταφθαρῆναι. Μελετῇν δὲ φαρμάκοισι καὶ τοῖσιν αὐτοῖσι πᾶσιν, οἷσι καὶ τὸν πρόσθεν, καὶ τὴν δίαιταν τὴν αὐτὴν ἐχέτω· αὕτη δὲ ἡ νοῦσος χαλεπὴ, καὶ πολλοὶ ἐκ ταύτης τῆς νούσου ἐς φθίσιν νεφρίτιδα κατέστησαν.