ΠΕΡΙ ΤΩΝ ΕΝΤΟΣ ΠΑΘΩΝ. 1. Ἢν ἡ τοῦ πλεύμονος ἀρτηρίη ἑλκωθῇ ἤ τι ῥαγῇ τῶν φλεβίων τῶν λεπτῶν, τῶν κατακρεμαμένων ἐς τὸν πλεύμονα, ἢ τῶν συρίγγων τῶν διὰ τοῦ πλεύμονος τεταμένων, καὶ συῤῥαγέωσιν ἐς ἀλλήλας καὶ αἵματος πλησθῶσι, διασπῶνταί τε καὶ καταῤῥήγνυνται διὰ τάσδε τὰς αἰτίας μάλιστα· διὰ ταλαιπωρίην, διὰ δρόμους, διὰ πτώματα, διὰ πληγὰς, δι’ ἐμέτους βιαίους γινομένους, διὰ πυρετούς· τάδε οὖν πάσχει· τὸ μὲν πρῶτον βὴξ ἴσχει ξηρή· ἔπειτα ὀλίγῳ ὕστερον ἀποπτύει τὸ σίαλον ὕφαιμον, τοτὲ δὲ καθαρόν. Οὗτος ἢν μὲν ἐν τάχει παύσηται τῆς νούσου· ἢν δὲ μὴ, προϊόντος τοῦ χρόνου τὸ αἷμα πλεῖον χωρέει, ἐνίοτε μὲν καθαρόν· ἔστι δ’ ὅτε καὶ ὑπόσαπρον· πολλάκις δὲ καὶ ἡ φάρυγξ λανθάνει αἵματος πιμπλαμένη· ἔπειτα θρόμβους αἵματος ἐκβράσσεται κατ’ ὀλίγον θαμινά· ἐνίοτε καὶ ὀδμὴ βαρείη ἀπ’ αὐτῶν γίνεται, καὶ ἡ φάρυγξ ἔστιν ὅτε τινὸς ἄχνης πίμπλαται, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, κατ’ ἀρχὰς μὲν τῆς νούσου σφόδρα, προϊούσης δὲ βληχρότερον καὶ ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ ὀδύνη ἐνίοτε ἔγκειται ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ καὶ ἐν τῇσι πλευρῇσι, καὶ ὁκόταν τὸ αἷμα παύσηται πτύων, σίαλον πολλὸν ἀποπτύει ὑγρὸν, ἐνίοτε δὲ καὶ γλίσχρον. Ταῦτα μὲν οὖν οὕτω πάσχει, μέχρι τεσσαρεσκαίδεκα ἡμέραι παρέλθοιεν· μετὰ δὲ ταύτας ἢν μὴ παύσηται τὸ νούσημα, λεπίδας ἀπὸ τῆς ἀρτηρίης ἀποβήσσων ἀποσπᾷ, οἵας περ ἀπὸ φλυκταινίδων, καὶ ὀδύνη ἐμπίπτει ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον καὶ ἐς τὸ πλευρὸν, καὶ τῶν ὑποχονδρίων ὡς ἕλκος ψαυόμενος ἀλγέει. Τούτῳ ξυμφέρει ἡσυχίην ὡς μάλιστα τῷ νοσήματι ἔχειν ἔσω, ἢν οὕτως ἔχῃ· ἢν γάρ τι πονήσῃ, ὅ τε πόνος ὀξύτερος καὶ ἡ βὴξ μᾶλλον ἢ τὸ πρότερον πιέζει, καὶ τὸ ῥῖγος καὶ ὁ πθρετὸς μᾶλλον ἔχει, καὶ ἢν πταρῇ, ἡ ὀδύνη ὀξείη προσέβαλεν· ἀλγέει δὲ καὶ ἐν τῇ εὐνῇ, ὁκόταν περιστρέφηται. Τούτῳ χρὴ προσφέρειν σιτία μὲν τὰ αὐτὰ, ἃ καὶ τῷ ἐμπύῳ, ταῦτα δὲ οὐ πολλά· τῶν δὲ ὄψων τούτοισι χρέεσθαι, ἰχθύσι μὲν ῥίνης ἢ φάγρου ἢ γαλεοῦ τοῦ μεγάλου τοῦ γλαυκοῦ, ἢ τῶν ἀλλῶν τῶν τοιούτων, πᾶσιν ἐν ῥόῳ καὶ ὀριγάνῳ ἠρτυμένοισι· κρέας δὲ ἐσθιέτω ἀλέκτορος ὀπτὸν ἄναλτον, ἢ αἰγὸς ἑφθὸν, καὶ οἴνῳ αὐστηρῷ ὡς παλαιοτάτῳ καὶ ἡδίστῳ μέλανι χρεέσθω, περιπάτοισι δὲ μετρίοισι, πλὴν ταῦτα πυρετοῦ μὴ ἔχοντος· ἢν δὲ πυρετὸς ἔχῃ, ῥοφήματι ἀλεύρῳ ἢ κέγχρῳ χρεέσθω· ἢν δὲ σιτία προσφέρηται, ὀλίγα προσφερέσθω, καὶ ὄψα τὰ διαχωρητικά. Κἢν μὲν φαρμάκου σοι δοκέῃ δέεσθαι, ὑποκαθῆραι αὐτὸν τῷ Κνιδίῳ κόκκῳ ἢ τῇ τιθυμαλίδι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ δοῦναι δύο τρυβλία ἐκροφέειν λιπαροῦ· εἶτα ἀνακομίζειν ὡς μάλιστα, ὅκως ἥκιστα λεπτὸς ᾖ· προς γὰρ τὴν νοῦσον οὐ ξυμφέρει λεπτὸν εἶναι. Καὶ περιπάτους ὀλίγους τὸ πρῶτον ποιέεσθαι, ὡς μὴ κόπος ἐπιλάβῃ· πυριῇν δὲ ἄλλοτε καὶ ἄλλοτε, καὶ ᾗ ἂν πυριηθῇ ἡμερῃ, ἄσιτος ἔστω πλὴν ἀλεύρου ἑφθοῦ, οὗπερ τρυβλίον ἐκροφεέτω, ὕδωρ δὲ πινέτω· τῇ δὲ ὑστεραίῃ ἔλασσον ἢ ὡς μεμαθήκει φαγέτω, καὶ πινέτω οἶνον μέλανα, ἡδὺν, αὐστηρὸν, ὀλίγον· τὸ δὲ λοιπὸν δὶς ἢ τρὶς τῆς ἡμέρης τὰ σττία διδόναι τούτῳ, μέχρι καταστήσῃς τὴν κοιλίην, διδοὺς κατ’ ὀλίγον· ἐκ γὰρ τῶν πυρετῶν καὶ τῆς ἀσιτίης, ἢν μὲν τὸ στόμα ζητέῃ, ἡ δὲ κοιλίη οὐκ ἐθέλῃ δέξασθαι, ἀθρόον δεξαμένη φλεγμαίνει. Ἀλλὰ κατ’ ὀλίγον διδόναι χρή· ἢν γὰρ ἀθρόον δῷς καὶ ὀλίγα πονήσῃ τοῖσι περιπάτοισιν, οὐ διαψύχεται ἡ κοιλίη, ἅτε ἀτρέμα ξυνεστηκότων τῶν βρωτῶν· διὸ καὶ πυρετὸς φιλέει ἐπιγίνεσθαι, καὶ τοῦ μὲν χειμῶνος ἧσσον, τοῦ δὲ θέρεος κίνδυνος μᾶλλον ἐξαμαρτεῖν. Τοῦτον ἀνακομίζειν δεῖ ὡς μάλιστα, ὅκως ἂν ὡς παχύτατος ᾖ, καὶ τοῖσι περιπάτοισι μετρίοισι χρεέσθω, καὶ παλαιέτω ἧσσον ἑωυτοῦ, καὶ πονεέτω ὀλίγα τὸ πρῶτον, ἔπειτα δὲ πλείω, πολλὰ δὲ οὐδέποτε, Ταῦτα ἢν ποιέῃ, ὑγιὴς ἔσται τάχιστα· ἢν δὲ λεπτὸς γίνηται διὰ τὴν ταλαιπωρίην, ἀνιέτω καὶ ᾑσυχίην ἐχέτω. Οὗτος μήτε πρὸς ἄνεμον δράμῃ ὑγιὴς ἐὼν ὀξέως, μήτε ἐφ’ ἵππον μήτε ἐπὶ ζεῦγος, ἀνωβῇ· φυλασσέσθω δὲ καὶ βοὴν καὶ ὀξυθυμίην· κίνδυνος γὰρ τὴν νοῦσον πάλιν ἀναλαβεῖν, ἀλλᾲ φυλάσσεσθαι χρὴ τούτων ἁπάντων. Ἢν δὲ τοῦ σίτου ἀποκλεισθῇ, ὀρόβους φώσας τὰ κέλυφα ἀποκαθῆραι, εἶτα βρέξας αὐτοὺς ἐν ὕδατι τρεῖς ἡμέρας, ἐφ’ ἑκάστην δὲ ἡμέρην ἀποχέειν τὸ ὕδωρ καὶ ἄλλο ἐπεγχέειν· ἔπειτα τῇ τετάρτῃ ἡμέρῃ ἀπηθῆσαι καὶ ξηρῆναι, εἶτα ἀλέσας λεπτότατα διασῆσαι, καὶ λίνου καρπὸν φώσας, κόψαι λεῖον, καὶ σήσαμον φώσας, κόψαι λεῖον, καὶ ἄλφιτα ἄναλτα καθαρὰ λεπτά· καὶ τῶν μὲν ὀρόβων καὶ ἀλφίτων ἴσον ἑκατέρου ἔστω, τοῦ δὲ σησάμου τρίτον μέρος, τοῦ δὲ λίνου ἥμισυ μιῆς μερίδος· ταῦτα ἐν γάλακτι αἰγείῳ ἑψήσας, ὡς ὑγρότατα ῥοφέειν. Μετὰ δὲ ταῦτα διδόναι αὐτῷ ἐς ἄριστον σιτία καθαρὰ καὶ ὄψα τῶν ἰσχυροτέρων· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Διδόναι δὲ αὐτῷ καὶ τῶν ῥιζέων τῶν πρὸς ταῦτα τὰ ῥήγματα τῆς κενταυρίης ἐπ’ οἶνον ἐπιξύων· διδόναι δὲ καὶ τοῦ δρακοντίου ἐπ’ οἶνον ἐπιξύων· διδόναι δὲ καὶ τῆς βηχὸς ἕνεκα ἐν μέλιτι τὸ δρακόντιον ξύων λείχειν. Κἢν τὸ ἕψημα τὸ ἐν τῷ γάλακτι μὴ φάσκῃ δυνατὸς εἶναι ῥοφέειν, γάλα βόειον ὡς πλεῖστον πινέτω τρίτον μέρος τοῦ μελικρήτου προσμίσγων. Καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται, ἡ δὲ νοῦσος θεραπηΐης δέεται πολλῆς, χαλεπὴ γάρ. Ἢν δὲ θεραπευθεὶς ὑγιής τε γενόμενος μὴ ἐν φυλακῇ ἔχῃ ἑωυτὸν, τοῖσι πολλοῖσιν ὑποτροπιάσασα ἡ νοῦσος αἰτίη ἀπωλείης ἐγένετο. Οὗτος ἢν μὲν ὑπὸ ταύτης τῆς θεραπηΐης ἰηθῇ, ἅλις· ἢν δὲ μὴ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τά τε στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἐλπὶς ἐκφυγέειν τῆς νούσου. 2. Ἢν δὲ ἀρτηρίη σπασθῇ ἤ τις τῶν φλεβῶν τῶν τεινουσῶν ἐς τὸν πλεύμονα, τάδε πάσχει· κατ’ ἀρχὰς μὲν τῆς νούσου βὴξ ἴσχει ὀξείη, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ τὸ σίαλον ἀποπτύει πουλύ τε καὶ λευκὸν καὶ ἀφρῶδες, ἄλλοτε δὲ ὕφαιμον, καὶ ὀδύνη τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἴσχει. Αὕτη ἡ νοῦσος ἰσχυροτέρη τῆς πρόσθεν, καὶ μέχρι μὲν δέκα ἡμερέων τῶν πρώτων τοιαῦτα πάσχει· ἔπειτα οἱ πολλοὶ τῇ ἑνδεκάτῃ πῦα ἀποπτύουσι παχέα· βιαίως· ἡμέρῃ δὲ τετάρτῃ καὶ δεκάτῃ καθαρώτερα ἀποπτύει, ἢν φύξιμος ᾖ, καὶ τῇ ὀδύνῃ ἧσσον πονέει, καὶ ἐν τάχει ὑγιὴς γίνεται. Ἢν δὲ μέλλῃ πουλυχρόνιος ἡ νοῦσος ἔσεσθαι, τά τε πῦα πολλῷ πλείονα ἀποπτύει, καὶ ὁ ἄλλος πόνος ἐν τῷ σώματι πολλῷ ἔνι πλείων· αἱ δὲ θέρμαι βληχρότεραι ἔχουσιν ἢ τὸ πρίν. Τοῦτον ἢν λάβῃς κατ’ ἀρχὰς, ὑποκαθῆραι κάτω ὀπῷ σκαμμωνίης, ἢν ἀπύρετος ᾖ· μετὰ δὲ τὴν κάθαρσιν προσφερέσθω ταὐτὰ ἃ καὶ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω, ἡσυχίην ἔχων ὡς μάλιστα τῷ σώματι, καὶ μαλθακῶς κοιμάσθω· ταῦτα μὲν κατ’ ἀρχὰς ποιεέτω μέχρι τῶν δέκα ἡμερέων. Ἢν δὲ ἔμπυος γένηται, τὰ αὐτὰ ἃ καὶ ὁ πρόσθεν ποιεέτω· ἢν δὲ ὑγιὴς γένηται, τῶνδε χρὴ ἀπέχεσθαι, σιτίων μὲν καὶ ποτῶν ὀξέων καὶ δριμέων καὶ ἁλικῶν καὶ λιπαρῶν· ταλαιπωρίης δὲ, ἀπέχεσθαι τῶν αὐτῶν ὧν καὶ ὁ πρόσθεν. Ταῦτα ἢν ποιέῃ, τάχιστα τῆς νούσου ἀπαλλαγήσεται· ἢν δέ τι τουτέων μὴ ποιήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι, καὶ ἡ νοῦσος κάκιον ἔχει· καὶ γὰρ οἱ πολλοὶ πλευμοῤῥωγέες ἐόντες διατελέουσιν, ἕως ἂν ἀποθάνωσιν. Τοῦτον ἢν μὴ παραχρῆμά τις ἰήσηται, ὑποτροπιασάσης τῆς νούσου, οὐκ ἂν μετὰ ταῦτα ἔχοις ὠφελῆσαι, ἢν μὴ τάδε ποιήσῃς· γάλακτι βοείῳ παχύνας, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἡ αὐτὴ ἂν ὠφελείη γένοιτο. Ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτέων ἁμαρτάδων γίνεται ὧν καὶ ἡ πρόσθεν. 3. Πλευμονὶς δὲ γίνεται ἀπὸ τῶνδε μάλιστα· ὁκόταν ὁ πλεύμων αἷμα ἑλκύσας ἐφ’ ἑωυτὸν ἢ φλέγμα ἁλμυρὸν μὴ ἀφῇ πάλιν, ἀλλ’ αὐτοῦ ξυστραφῇ καὶ ξυμπαγῇ, ὑπὸ τουτέων φύματα φιλέει γίνεσθαι ἐν τῷ πλεύμονι καὶ ἐμπυοῦσθαι. Οὗτος τάδε πάσχει κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· βὴξ ὀξείη ξηρὴ ἴσχει, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀδύνη ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ ἔγκειται, ἐνίοτε δὲ καὶ ἐν τῷ πλευρῷ· καὶ ὀρθοπνοίη σφοδρὴ ἐμπίπτει. Οὑτος μέχρι μὲν τεσσαρεσκαίδεκα ἡμερέων τοιαῦτα πάσχων διατελέει, πολλάκις δὲ καὶ πλείονας, ἔπειτα ῥήγνυται πῦα, καὶ ἀποπτύει πολλόν· πολλάκις δὲ ἀποπτύει καὶ οἷον ἀραχνίων χιτῶνας, πολλάκις δὲ καὶ ὕφαιμον. Κἢν μὲν ἀποκαθαρθῇ καὶ ἀπισχνωθῇ ἐν τάχει ὁ πλεύμων, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ προσέχῃ, ἡ νοῦσος ἐπ’ ἐνιαυτὸν παρατείνει, καὶ μεταβάλλει ἄλλοτε ἀλλοῖα πάσχων. Τούτῳ χρὴ κατ’ ἀρχὰς μὲν, πρὶν ἢ τὰ πῦα ῥαγῆναι, προσφέρειν τάδε· ὁκόταν ἀνῇ ὁ πυρετὸς, λούειν πολλῷ θερμῷ, καὶ ῥοφήμασι πολλοῖς χρέεσθαι· πτισάνης χυλῷ καθέφθω μέλι παραχέας, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω, καὶ οἶνον πινέτω γλυκὺν λευκὸν, ἢ μελίκρητον ἑφθόν. Ὁκόταν. δ’ ἅπαξ ἄρξηται πῦα ἀποπτύειν, πινέτω τὰ αὐτὰ, ἃ καὶ ὁ πρόσθεν ἔμπυος, καὶ σιτίοισι καὶ ποτοῖσι καὶ ὄψοισι τοῖς αὐτοῖσι χρεέσθω, ἀπεχόμενος ὀξέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ λιπαρῶν καὶ λαγνείης καὶ θωρηξίων, ἢν μὴ τῇ νούσῳ πρόσφορον ᾖ· ἐς χρῶμα δὲ ὁρέων μελετᾷν, ὁκοίων δή τινων δοκέει, σοι δεῖσθαι· τὰ δ’ ἄλλα τὰ αὐτὰ ποιεέτω· πινέτω δὲ καὶ γάλα βοὸς καὶ αἰγὸς τὴν ὥρην· πρόσθεν δὲ ὑποκαθηράσθω γάλακτι ὀνείῳ ἐφθῷ· πινέτω δὲ καὶ τὸ ἵππειον γάλα σεσσμένον ἑκάστης ἡμέρης ἕωθεν τρικότυλον κύλικα, ἢν ᾖ δυνατός. Ἢν μὲν οὖν οὕτω μελετώμενος ῥηΐσῃ, καὶ μὴ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, αὐτὸς ἑωυτὸν θεραπευέτω ἡσυχίην ἔχων τῷ σώματι ὡς μάλιστα καὶ τὰ ξύμφορα προσφέρων ἑωυτῷ. Ἢν δὲ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, ὅπη ἄν σοι δοκέῃ ἀποσημαίνειν μάλιστα, ταύτῃ ταμὼν ἢ καύσας, ἀφιέναι τοῦ πύου ὀλίγον τὸ πρῶτον· τὰ δ’ ἄλλα ποιέειν τὰ αὐτὰ, ἃ καὶ ἐπὶ τοῦ πρόσθεν ἐμπύου γενομένου γεγράφαται. 4. Ἢν ἐν πλεύμονι κιρσὸς ἐγγένηται, βὴξ ξηρὴ ἐπιλαμβάνει; καὶ ῥῖγος, καὶ πυρετὸς, κατ’ ἀρχὰς μὲν τῆς νούσου πάνυ σφόδρα· ἔχει δὲ καὶ ὀρθοπνοίη, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη ἐνέστηκε, καὶ αἱ ὀφρύες δοκέουσιν ἐπικρέμασθαι, καὶ οἴδημα κατέρχεται ἐς τὸ πρόσωπον καὶ ἐς τὰ στήθεα καὶ ἐς τοὺς πόδας· πολλάκις δὲ καὶ ἐς τὴν κεφαλὴν ἐρείδει, καὶ ὑπὸ τῆς ὀδύνης, ὅταν ὁ πόνος ἔχῃ, οὐ δύναται ἀνορῇν· τὸ δὲ σῶμα ὕπωχρον, καὶ αἱ φλέβες δι’ αὐτοῦ διατείνουσιν ἢ φλόγιαι ἢ μέλαιναι. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ ὁ πόνος μάλιστα πιέζῃ, πρῶτον μὲν αἷμα ἀφαιρέειν· ἔπειτα λούειν πολλῷ καὶ θερμῷ, καὶ ὁκόταν δίψα ἔχῃ, πίενειν διδόναι κυκεῶνα ἐν οἴνῳ μέλανι αὐστηρῷ, ὡς ἡδίστῳ, ἴσον ἴσῳ κεράσας· ψυχρὸν δὲ χρὴ μάλιστα πίνειν· ῥοφήμασι χρέεσθαι πτισάνης χυλῷ καθέφθῳ, μέλι χρηστὸν παραχέας. Ταῦτα χρὴ προσφέρειν ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων τῇσι τεσσαρεσκαίδεκα. Ἢν δὲ ἐπὶ πλεῖον ἡ νοῦσος ἔχῃ, ὅ τε πόνος πλείων ᾖ ἐν τῷ σώματι. καὶ ἀδυναμίη ἐνῇ, τούτῳ δὴ οὕτως ἔχοντι ταὐτὰ προσφέρειν, ἃ καὶ ἐν τῷ πυοῤῥοοῦντι τὸν πλεύμονα, ὁκόταν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ ταλαιπωρίης καὶ χολῆς μελαίνης. 5. Ὁκόταν τὰ κοῖλα φλέβια τὰ διέχοντα ἐν τῷ πλεύμονι πλησθῇ αἵματος ἢ χολῆς μελαίνης, ξυῤῥήξῃ τε τὰ φλέβια ἐς ἄλληλα, ἅτε ἐν στενοῖσιν ἐόντα καὶ ἐπειλημμένα καὶ ἔξοδον οὐκ ἔχοντα, ὀδύνην παρέχει καὶ φῦσαν ἐν τῷ πλεύμονἶ. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ θεραπηΐης δεομένη πολλῆς· εἰ δὲ μὴ, οὐκ ἐθέλει ἐκλιπεῖν τὸν κάμνοντα, καὶ ὡς τὰ πολλὰ ἐν τοῖσι πολλοῖσι ξυναποθνήσκει.