3. ἑτέρη θεραπείη· ἐκβαλὼν τὴν ἕδρην ὡς μάλιστα, αἰονᾷν ὕδατι θερμῷ, ἔπειτα ἀποτάμνειν τῶν αἱμοῤῥοΐδων τὰ ἄκρα· φάρμακον δὲ προκατασκευασθῆναι πρὸς τὴν τομὴν τόδε· οὐρήσας ἐς χαλκεῖον, ἐπίπασσον ἐπὶ τὸ οὖρον χαλκοῦ ἄνθος ὀπτοῦ καὶ τετριμμένου λείου, ἔπειτα διεὶς, καὶ κινήσας τὸ χαλκεῖον, ξήρανον ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν γένηται, συνξύσας τρῖψον λεῖον. προστίθει τῷ δακτυλίῳ, καὶ σπληνία ἐλαιώσας προστίθει, καὶ σπόγγον ἐπάνω ἐπίδει.