6. τὰ ἕλκεα ὁκόσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον ἀεὶ πρότερον ἄρξεται βλαοτάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκόσα δʼ ἂν καθαρθέντα καλῶς τε καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύηται, πλὴν εἰ θλασθῇ, ταῦτα δὲ οὐχ ὑπερσαρκέει ὡς ἐπὶ τὸ πουλύ.