3. Ὑποκάθαρσις τῆς κάτω κοιλίης ξυμφέρει τοῖσι πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι, καὶ ἐν κοιλίῃ, καὶ ἐν ἄρθροισι, καὶ ὅσα σφακελίσαι κίνδυνος, καὶ ὅσα ῥαπτὰ, καὶ τοῖσιν ἐσθιομένοισι καὶ ἑρπυστικοῖσι, καὶ τοῖσιν ἄλλως πεπαλαιωμένοισιν ἕλκεσι, καὶ ὅκη ἂν μέλλῃ ἐπιδεῖν.