20. ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ. καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον. 21. μαλθακώδεα, τοῖσίδε χρη τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει· φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει· σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου. — Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον. -Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν. — Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον. — Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι. — Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον. πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον, ἐς θερμὸν ἔτι ἐὸν καθεὶς τὴν ῥητίνην κυκᾷν. — Ἕτερον· στέαρ συὸς παλαιὸν, καὶ κηρὸς, καὶ ἔλαιον, τὰ δὲ ξηρὰ, ἰχθυήματα λωτοῦ, λιβανωτὸς, μολύβδαινα, ἤγουν τοῦ μὲν μοῖρα, καὶ τῆς δὲ μοῖρα, καὶ τοῦ ἰχθυήματος μοῖρα, ἔστω δὲ τοῦ παλαιοῦ στέατος δύο μοῖραι, τοῦ δὲ κηροῦ μία, καὶ τοῦ ἐλαίου μία. — Ἢ στέαρ μόνον παλαιὸν ὕειον, σὺν τῷδε στέαρ αἰγὸς πρόσφατον ὡς ἥκιστα ξὺν τῷ ὑμένι, καθήρας, μικρὰ τρίψας ἢ κατακόψας λεῖα, ἔλαιον παραχέειν, καὶ παραπάσσειν τὸν μόλιβδον ξὺν τῇ σποδῷ, καὶ λωτοῦ ἰχθυημάτων τὸ ἥμισυ. — Ἕτερον· στέαρ αἰγὸς, σποδὸς, χαλκῖτις κυανέη, ἔλαιον.