18. πρὸς δὲ τὰς νόμας· στυπτηρίὴ, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι. καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή· ὀπτᾷν δὲ ἕως ἂν φλογοειδὴς γένηται. 19. τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα· μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.