14. ἕτερον ἔναιμον· σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά. — Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡούχως φρύξας, χολῇς ὀλίγον συνέψει· τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει. — Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς· ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως.