14. ἕτερον ἔναιμον· σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά. — Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡούχως φρύξας, χολῇς ὀλίγον συνέψει· τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει. — Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς· ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως. 15. πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα· ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον· καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ. — Ἕτερον· ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν. — Ἄλλο· τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν. — Τὸ δʼ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή· τὰ μὲν ἄλλα τὰ αὐτά. τὰ δὲ ξηρά. — Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς. ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον· τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν.