27. Σικύην δὲ προσβάλλοντα χρὴ, ἢν ἐπιῤῥέῃ τὸ αἷμα ἀφῃρημένης τῆς σικύης, κἢν πολὺ ῥέῃ, ἢ ἰχὼρ ῥέῃ, αὐτοῖσι ταχέως, πρὶν ἢ πλησθῇ, αὖθις προσβάλλων, ἐπεξέλκειν τὸ λειπόμενον· ἢν δὲ μὴ, θρόμβοι ἐνεχόμενοι ἐν τοῖσι σχάσμασιν, ἔπειτα ἀναφλεγμήναντα ἕλκεα γίνεται ἐξ αὐτῶν. Ὄξει δὲ χρὴ πάντα τὰ τοιαῦτα κατανίζειν, καὶ ὕστερον μὴ τέγγειν, μηδὲ κατακέεσθαι ἐπὶ τὰ σχάσματα, τῶν δὲ ἐναίμων τινὶ φαρμάκων καταχρῖσαι τὰ σχάσματα· καὶ ὅταν κάτωθεν τοῦ γούνατος δέῃ προσβάλλειν ἢ πρὸς τὸ γόνυ, ἑστηκότι ὀρθῷ, ἢν δύνηται ἑστάναι.