26. Ὅταν δὲ φλέβα τάμῃς, ἐπειδὰν τοῦ αἵματος ἀφῇς καὶ λύσῃς τὴν ταινίην, καὶ μὴ ἵστηται, τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω, ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ, ὡσεὶ χωρέοντος τοῦ αἵματος ὀπίσω, καὶ οὕτως ὑπομείνας χρόνον πλείω ἢ ἐλάσσω κατακείμενος, ἔπειτα ἐπιδῆσαι αὐτὸν οὕτως ἔχοντα, μὴ ἐνεόντος τινὸς θρόμβου ἐν τῇ τομῇ, [ἔπειτα] σπληνίον διπλόον προσθείς, τέγξας οἴνῳ, καὶ άνωθεν εἴριον ἐλαιώσας καθαρόν· κἢν γὰρ ἐπίῤῥυσις τοῦ αἵματος ἔῃ βιαίη, σχέσις γίνεται ἐπιῤῥέοντος· κἢν, θρόμβου ἐπὶ τῇ τομῇ γενομένου, οὕτω φλεγμήνῃ, διαπυΐσκεται. Ἠριστηκότα δὲ χρὴ πλέον ἢ ἔλαττον καὶ πεπωκότα φλεβοτομέειν, καὶ ὑποτεθερμασμένον, καὶ ἡμέρης θερμοτέρης ἢ ψυχροτέρης.