ΠΕΡΙ ΕΛΚΩΝ. 1. Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος· τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, καὶ τὸ ὑγρὸν τοῦ μὴ ὑγιέος· τὸ γὰρ ἕλκος ὑγρόν ἐστι, τὸ δὲ ὑγιὲς ξηρόν. Ἀνεπίδετον δὲ ἐᾷν ἄμεινόν ἐστιν, ὅ τι γε μὴ καταπλάσσεται· οὐδὲ καταπλάσσειν ἐνδεχόμενόν ἐστιν ἔνια τῶν ἑλκέων, μᾶλλον δὲ τὰ νεότρωτα τῶν παλαιοτέρων, καὶ τὰ ἐν τοῖσιν ἄρθροισιν. Ὀλιγοσιτέειν τε ὡς μάλιστα καὶ ὕδωρ ξυμφέρει πᾶσι τοῖσιν ἕλκεσι, μᾶλλον δὲ τοῖσι νεοτρώτοισι τῶν παλαιοτέρων, καὶ ὅ τι ἄλλο φλεγμαίνει ἕλκος ἢ μέλλει, καὶ ὅ τι σφακελίσαι κίνδυνος, καὶ τοῖσιν ἕλκεσι καὶ φλέγμασι τοῖσιν ἐν τοῖσιν ἄρθροισι, καὶ ὅκου σπασμοὺς κίνδυνος ἐπιγενέσθαι, καὶ τοῖσιν ἐν κοιλίῃ τρώμασι, παντῶν δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ καὶ μηρῷ κατεαγεῖσι, καὶ ἄλλῳ ᾧ κάτηξις ἂν γένηται. Ἑστάται δ’ ἕλκεσι ἥκιστα ξυμφέρει, καὶ ἄλλως ἢν ἐν τῷ σκέλεϊ ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι οὐδὲ πορεύεσθαι· ἀλλ’ ἡσυχίη καὶ ἀτρεμίη ξυμφέρει μάλιστα. Τὰ δὲ νεότρωτα ἕλκεα πάντα ἥκιστα ἂν φλεγμήναιεν αὐτά τε καὶ τὰ περιέχοντα, εἴ τις διαπυΐσκοι ὡς τάχιστα, καὶ τὸ πῦον μὴ ἀπολαμβανόμενον ἀπὸ τοῦ ἕλκεος τοῦ στόματος ἴσχοιτο, ἢ εἴ τις ἀποτρέποι ὅκως μηδὲ μελλήσει διαπυῆσαι πλὴν τοῦ ἀναγκαίου πύου ὀλιγίστου, ἀλλὰ ξηρὸν εἶναι ὡς μάλιστα φαρμάκῳ μὴ περισκελέϊ. Πυρῶδες γὰρ γίνεται, ἐπὴν φρίκη ἐγγένηται καὶ σφυγμός· φλεγμαίνει γὰρ τὰ ἕλκεα τότε, ὁκόταν διαπυῆσαι μέλλῃ· διαπυεῖ δὲ, ἀλλοιουμένου τοῦ αἵματος καὶ θερμανθέντος, ἕως σαπὲν πῦον γένηται. Τῶν τοιούτων ἑλκέων, ὅταν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα μαλαχθῇ. Τῶν δὲ ἑλκέων, ὅπερ μὲν ἂν ὀξέϊ βέλεϊ διατμηθῇ ἢ διακοπῇ, ἐνδέχεται ἔναιμον φάρμακον καὶ τὸ κωλῦον διαπυεῖν ἀναξηραῖνόν τι. Ἥ τις δ’ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν, ὅκως διάπυος ὡς τάχιστα γένηται· ἧσσόν τε γὰρ φλεγμαίνει· καὶ ἀνάγκη τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας σαπείσας καὶ πῦον γενομένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. 2. Ἕλκεϊ νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, ξυμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα. Καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκνὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ ἕλκος, ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἢ ἐν δακτύλῳ ποδὸς ἢ χειρὸς, μᾶλλον ἤ κου ἄλλοθι τοῦ σώματος· γίνεται γὰρ, ἀποῤῥέοντος τοῦ αἵματος, ξηρότερα καὶ μείονα ἰσχναινόμενα· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. Ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤῥοὴν ἐπὶ τῶν τοιούτων ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν, τετμημένον, ξηρότερον ἢ ὑγρότερον, καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι. Ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἢ ἐλαιώδεά ἐστι φάρμακα, οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν, ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην τείνῃ. Οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος· τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς ἃ τῶν τοιούτων φαρμάκων δεόμεθα. 3. Ὑποκάθαρσις τῆς κάτω κοιλίης ξυμφέρει τοῖσι πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι, καὶ ἐν κοιλίῃ, καὶ ἐν ἄρθροισι, καὶ ὅσα σφακελίσαι κίνδυνος, καὶ ὅσα ῥαπτὰ, καὶ τοῖσιν ἐσθιομένοισι καὶ ἑρπυστικοῖσι, καὶ τοῖσιν ἄλλως πεπαλαιωμένοισιν ἕλκεσι, καὶ ὅκη ἂν μέλλῃ ἐπιδεῖν. 4. Οὐ χρὴ οὐδ’ ἐμπλάσσειν τὰ φάρμακα, πρὶν ἂν πάνυ ξηρὸν ποιήσῃς τὸ ἕλκος· τότε δὲ δεῖ προστιθέναι, ἀνασπογγίζειν δὲ τὸ ἕλκος πολλάκις σπόγγῳ, καὶ αὖθις ὀθόνιον ξηρὸν καὶ καθαρὸν προσίσχων πολλάκις, οὕτω δὲ ἐπιθεὶς τὸ φάρμακον τὸ δοκέον ξυμφέρειν, ἐπιδεῖν ἢ μὴ ἐπιδεῖν. 5. Ἕλκεσι τοῖσι πλείστοισιν ὥρη ἡ θερμοτέρη ξυμφορωτέρη τοῦ χειμῶνος, πλὴν τοῖσιν ἐν κεφαλῇ καὶ κοιλίῃ, μᾶλλον δὲ ἡ ἰσημερινή.