16. Χολῇ δὲ τάδ’ ἐστὶν ἐπικίνδυνα, ἴκτερος ἢν ἐπιγένηται, ἐν τοῖσιν ὀφθαλμοῖσι καὶ ἐν τοῖσιν ὄνυξι πελιδνὰ ὅταν γένωνται, καὶ ἐς τὸ σῶμα ὅταν ἔχῃ ἕλκεα καὶ τὰ περὶ τὰ ἕλκεα πελιδνὰ ᾖ, καὶ ὁ ἱδρὼς ὁκόταν μὴ κατ’ ὅλον τὸ σῶμα ἐκθύῃ, ἀλλὰ καθ’ ἓν μέρος τοῦ σώματος, καὶ ὅταν τοῦ πυρετοῦ ἔτι ὄντος ἐπαναχρέμπτηται χλωρὸν, ἢ, ἐόντος ἐντὸς ἐν τῷ πλεύμονι ἔτι τοῦ χλωροῦ, ἡ ἐπανάχρεμψις παύσηται· τοῦτο δεῖ γινώσκειν ὅταν ἐνῇ καὶ ὅταν μὴ ἐνῇ· ὅταν ἐνῇ, ἐμψοφεῖ ἐν τῇ φάρυγγι ἀναπνέοντος, καὶ πνεῦμα ἐπικίνδυνον, καὶ λὺγξ, καὶ ὁ πυρετὸς ἔτι ὢν, ἀποχρέμματος ἔτι ἐν τῷ πλεύμονι ἐνεόντος, καὶ ἡ κοιλίη ἀσθενέος ἤδη ἐόντος ὑποχωρέουσα· ταῦτα πλευρίτιδος καὶ περιπλευμονίης ἐπικίνδυνα. 17. Πλευρῖτιν ὧδε χρὴ ἰᾶσθαι· τὸν πυρετὸν μὴ παύειν ἑπτὰ ἡμερέων, πότῳ δὲ χρήσθω ἢ ὀξυμελικρήτῳ, ἢ ὄξει καὶ ὕδατι· ταῦτα δὲ χρὴ προσφέρειν ὡς πλεῖστα, ὡς ἐπίτεγξις γένηται καὶ γινομένη ἐπανάχρεμψιν ποιέῃ· καὶ τὴν ὀδύνην παύειν θερμαντηρίοισι φαρμάκοισι, καὶ καταῤῥοφεῖν διδόναι ὅ τι ἐπανάχρεμψιν ποιήσει, καὶ λουτροῖσι χρῆσθαι τεταρταίοισιν· τῇ δὲ πέμπτῃ καὶ τῇ ἕκτῃ χρίειν ἐλαίῳ· τῇ δὲ ἑβδόμῃ λούειν, ἢν μὴ ὁ πυρετὸς μέλλῃ ἀφιέναι, ὡς ὑπὸ τοῦ λουτροῦ ὁ ἱδρὼς ἐγγένηται· καὶ ἔτι τῇ πέμπτῃ καὶ τῇ ἕκτῃ ἰσχυροτάτοισι χρῆσθαι τοῖσιν ἐπαναχρεμπτηρίοισι φαρμάκοις, ὡς τὴν ἑβδόμην ὅτι ῥήϊστα ἡμέρην ἀγάγῃ· ἢν δὲ μηδὲ τῇ ἑβδόμῃ ἡμέρῃ παύσηται, τῇ ἐννάτῃ παύσεται, ἢν μή τι ἄλλο τῶν ἐπικινδύνων γένηται· ἐπὴν δὲ ὁ πυρετὸς ἀφῇ, ῥοφήματα ὡς ἀσθενέστατα ποιέων προσφέρειν· ἢν δὲ ἰνηθμὸς ἐγγένηται, ἢν μὲν ἔτι θερμοῦ τοῦ σώματος ἐόντος, τῶν ποτῶν ἀφαιρέειν· ἢν δὲ τοῦ πυρετοῦ ἀφεικότος, πυρίνοις τοῖσι ῥοφήμασι χρῶ. Καὶ τὴν περιπλευμονίην τὸν αὐτὸν τρόπον ἰῶ. 18. Τοὺς ἐμπύους καθαίρειν τὴν κεφαλὴν μὴ ἰσχυροῖσι φρμάκοισιν, ἀλλὰ κατὰ μικρὸν ἀποτρέπειν ἐς τὰς ῥῖνας, καὶ ἅμα διαχωρητικοῖσι σιτίοισι χρῆσθαι· καὶ ἐπὴν ἡ ἀρχὴ τοῦ νοσήματος μηκέτι ᾖ, ἀλλ’ ἐκτρέπηται ὁ ῥόος, ἐπανάχρεμψιν ποιέεσθαι, καὶ βῆχα ποιέειν, καὶ ἐγχύτοισι φαρμάκοισι χρῆσθαι καὶ σιτίοισιν ἅμα· ὁπόταν δὲ δέῃ ἀπόχρεμψιν ποιέεσθαι, καὶ πλέοσι σιτίοισι καὶ ἁλυκοῖσι χρῆσθαι καὶ λιπαροῖσι, καὶ οἴνῳ αὐστηρῷ, καὶ βῆχα ποιέειν ὅταν ὧδε ἔχῃ. 19. Καὶ τοὺς ὑπὸ τῆς φθίσιος τὸν αὐτὸν τρόπον τἄλλα, πλὴν τὰ σιτία μὴ πολλὰ ἅμα, καὶ τὰ ὄψα μὴ πλέονα ἢ τὰ σιτία, καὶ τῷ οἴνῳ ὑδαρεῖ χρῷ ἐπὶ τῷ σιτίῳ, ὡς μὴ θερμαίνῃ, καὶ τῷ σώματι ἀσθενεῖ ἐόντι θερμότητα παρέχῃ, καὶ ἅμα ἀμφότερα θερμαίνωσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ θερμωλὴν ποιέωσιν. 20. Ῥεῦμα πουλὺ ὁπόταν διὰ τοῦ οἰσοφάγου ἐς τὴν κοιλίην ῥεύσῃ, ἴνησις γίνεται κάτω, ἔστι δ’ ὅτε καὶ ἄνω· τούτῳ ἢν μὲν ὀδύνη ἐνῇ ἐν τῇ γαστρὶ, ὑπεξάγειν πρῶτον φαρμάκῳ ἢ χυλῷ, ἔπειτα φαρμάκῳ ἰσχητηρίῳ χρῆσθαι, τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν ἕως ἂν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, καὶ τοῖσι σιτίοισιν ἰσχητηρίοισι χρῆσθαι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὴν πολλὰς ἡμέρας ἴνησις ἔχῃ, ἰᾶσθαι· ἢν δὲ ἀσθενὴς ᾖ καὶ μὴ δύνηται προσφέρεσθαι ὑπὸ ἀσθενείης, κλύζειν πρῶτον μὲν χρὴ χυλῷ πτισάνης, ἔπειτα ἐπὴν τούτῳ καθήρῃς, τῶν στυφόντων τινί.