11. Ἢν δὲ συνοιδήσωσιν αἱ ῥῖνες, καὶ φλέγματος ἔμπλεαι ἔωσιν συμπεπηγότος, τοῦτο χρὴ τὸ φλέγμα τὸ συμπεπηγὸς λεπτύνειν ἢ πυρίῃσιν, ἢ φαρμάκῳ, καὶ μὴ ἀποτρέπειν· ἢν γὰρ ἀποτρεφθὲν ἄλλῃ πη ῥεύσῃ, πάντη τὸ ῥέον μέζονα νόσον ποιέοι. 12. Ὁπόταν δ’ ἐς τὰ ὦτα ῥέῃ, τὸ πρῶτον ὀδύνην παρέχει, βίῃ γὰρ χωρέει· πόνον δὲ παρέχει, ἔστ’ ἂν ἀποσυριγγωθῇ· ἐπὴν δὲ μάθῃ ῥεῖν, οὐκέτι πόνον ποιέει. Τῷ ὑπὸ τῆς ὀδύνης ἐχομένῳ φάρμακον θερμὸν φύσει χλιαρὸν ποιήσαντα, διέντα νετώπῳ, ἐγχεῖν, καὶ ὄπισθεν σικύην προσβάλλειν, ἢν τὸ ἀριστερὸν ἀλγέῃ, ἐς τὸ δεξιὸν, καὶ ἢν τὸ δεξιὸν, ἐς τὸ σκαιόν· μὴ κατακρούειν δὲ, ἀλλ’ ὡς ἂν ἕλκῃ μοῦνον· ἢν δὲ μὴ πρὸς ταῦτα παύηται, ψύχοντα ἐγχεῖν φύσει ψυχρὰ, καὶ φάρμακον πίσαι ὅ τι ἂν κάτω ὑποχώρησιν ποιέῃ, ἄνω δὲ μὴ, ὥσπερ οὐδ’ ἀρήγει ἐμέειν, καὶ τὰ ἄλλα ψύχειν. Καὶ αἰεὶ δὲ ἐκ τοῦ ὑγιὲς μὴ ποιέοντος τρόπου μεταλλάσσειν· καὶ ἢν μὲν κάκιον ποιέῃ, ἔχον ἐς τὸ ὑπεναντίον· ἢν δὲ ῥέπῃ ἐς τὸ ὑγιὲς, τὸ πάμπαν μὴ ἀφελεῖν τι τῶν προσφερομένων, μηδ’ ἀποζευγῆσαι, μηδὲ προσθεῖναι ἄλλο τι. Ἢν δὲ σεσυριγγωμένον ἤδη ᾖ, καὶ πεπυωμένος ῥέῃ ἰχὼρ πουλὺς καὶ κακὸν ὀζόμενος, τοῦτο ὧδε ποιέειν· σπογγιὰν δεύων ξηραίνοντί τινι φαρμάκῳ [ξηρῷ] πρὸς τὴν ἀκοὴν ὡς πελαστάτω προσθεῖναι, καὶ πρὸς τὰς ῥῖνας καθαρτήριον, ὅπως, τοῦ ἐς τὰ ὦτα ῥέοντος, πρόσθεν ἐς τὰς ῥῖνας φέρηται, καὶ μὴ ἐς τὴν κεφαλὴν πάλιν ἀποχωρέῃ, νοσηλὸν ἐόν. 13. Ὅταν δ’ ἐς ὀφθαλμοὺς ῥεῦμα ἴῃ, φλεγμαίνουσιν οἱ ὀφθαλμοὶ καὶ οἰδέουσιν· τοῦτον χρὴ φαρμάκῳ ἢ τῷ ὑγρῷ ἢ τῷ ξηρῷ ἐν παστῷ ἰᾶσθαι· ἢν δ’ εὐθέως φλεγμήνωσι, μὴ ἔγχριε μηδὲν, ἀλλ’ ἢ κλύσαι κάτω τῷ ἰσχυροτάτῳ, ἢ ἄλλῳ τινὶ ἀπισχνῆναι ὑποχωρητικῷ φαρμάκῳ, φυλασσόμενος μὴ ἔμετον ποίησῃς· ἢν δὲ οἷον λίθοι ὑποτρέχωσιν, φάρμακον ἐγχρίειν ὅ τι πλεῖστον ἄγειν δάκρυον μέλλει, καὶ τὸ ἄλλο σῶμα ὑγραίνοντα καὶ φλεγμαίνειν ποιέοντα, ὡς ὑγρότεροι οἱ ὀφθαλμοὶ γένωνται καὶ ἐκκεκλυσμένοι, ὡς τὸ δάκρυον συμπεπηγὸς ὑποτρέχειν ποιέῃς. Ὅταν δ’ ἐς τοὺς ὀφθαλμοὺς κατὰ σμικρὸν ῥέῃ, καὶ κνιπότητα παρέχῃ, τοῦτον ἐγχρίειν μαλθακώδει, ὅ τι μέλλει ξηραίνειν ἅμα καὶ δάκρυον ὀλίγον ἄγειν, καὶ πρὸς τὰς ῥῖνας φάρμακον προσφέρειν ἢ ἑκάστης ἡμέρης, ἢ διὰ τρίτης, γνώμῃ τῇ αὐτῇ χρώμενος· τοιόνδε ἔστω τὸ φάρμακον, ὅ τι μὴ πλεῖον ἢ ἐμβάφιον ἀπάγειν μέλλει κατὰ τὰς ῥῖνας, ἀπάγειν δὲ κατὰ σμικρὸν, τὸ δὲ κατὰ τοὺς ὀφθαλμοὺς ἀποξηραίνειν, ὡς ὅ τι ἂν τὸ τῶν ὀφθαλμῶν φάρμακον ἀποξηρήνῃ καὶ ἀποφράξῃ, κατὰ τὰς ῥῖνας ἀποτράπηται. Τὰ δὲ φάρμακα τὰ τῆς κεφαλῆς καθαρτήρια, ἃ μὲν αὐτῶν ἰσχυρά ἐστιν, ἀπὸ τῆς κεφαλῆς ἄγουσιν ὅλης· ἅσσα δὲ ἀσθενέα, ἀπὸ τῶν ὀφθαλμῶν, καὶ αὐτόθεν ἀπὸ τῶν πέλας τῆς ῥινός. Ἢν δ’ ἀπὸ τῆς σαρκὸς καὶ τοῦ ὀστέου, μύξης ὑποστάσης μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς, ῥεῦμα ἐς τοὺς ὀφθαλμοὺς γένηται, τῷδε δῆλόν ἐστιν, ὅτι ἐντεῦθεν ῥεῖ· τὸ δέρμα τὸ ἐπὶ τῇ κεφαλῇ φλιβόμενον ὑπείκει, καὶ ἕλκεα ἐς τὴν κεφαλὴν ἐκθύουσι, καὶ κατὰ τοὺς ὀφθαλμοὺς δακρύουσι, καὶ οὐχ ἑλκοῦνται τὰ βλέφαρα, οὐδὲ δάκνει, οὐδ’ ἀμβλυώσσειν ποιέει, ἀλλ’ ὀξὺ ὁρῶν γίνεται· τὸ γὰρ ῥεῦμα οὐχ ἁλμυρόν ἐστιν, ὡς οὐκ ἀπὸ τοῦ ἐγκεφάλου, ἀλλὰ μυξῶδες μᾶλλον. Τοῦτον ὧδε χρὴ ἰᾶσθαι· φαρμάκῳ καθαίρειν χρὴ τὴν κεφαλὴν μὴ ἰσχυρῷ, καὶ τὸ σῶμα ἰσχναίνειν καὶ σιτίοισι καὶ φαρμάκοισι κάτω ὑπάγοντα, ὡς ἀποξηρανθῇ ἰσχναινομένου τοῦ σώματος, ἢ ἐκτρεφθῇ τῷ κατὰ τὰς ῥῖνας προστιθεμένῳ φαρμάκῳ· πρὸς δὲ τοὺς ὀφθαλμοὺς οὐδὲν δεῖ φάρμακον προσφέρειν. Ἢν δὲ δὴ μηδ’ οὕτως ὑγιὴς γίνηται, τὴν κεφαλὴν κατατάμνειν ἔστ’ ἂν πρὸς τὸ ὀστέον ἴῃς, μὴ μετεώρους μηδ’ ἐπικαρσίους τὰς τομὰς ποιέειν· τάμνειν δὲ ἄχρι τούτου, ἄχρις ἂν τοῦ ὀστέου θίγῃς· τάμνειν δὲ πυκνὰ, ὡς ἂν τὸ συνεστηκὸς ἐξέλθῃ θᾶσσον διὰ τῶν ἑλκέων ἀποῤῥέον, ἅμα δὲ αἱ τομαὶ πυκναὶ ἐοῦσαι πρόστασιν ποιέωσι τῇ σαρκὶ πρὸς τὸ ὀστέον. Οὕτως ἰᾶσθαι δεῖ· τούτῳ τοιάδε ἡ ἀποτελεύτησις γίνεται, ἢν μή τις εὐτρεπίσῃ· οὐκ ἐκκέκλυσται, ὥστ’ ἐκκλυσόμενον ὀξὺ ὁρᾷν ποιέειν, αἰεὶ τῷ ἐφισταμένῳ μαρμαρυγώδης μᾶλλον γίνεται, καὶ τὸ ὀξὺ ὁρῶν τοῦ ἀνθρώπου ἀποσβέννυται. Ἢν δ’ ἐς τὴν ὄψιν ἐς τὸ ὑγρὸν καθαρὸν αἱματῶδές τι ἐσέλθῃ ὑγρὸν, τούτῳ ἡ ὄψις ἔνδον ἐμφαίνεται τοῦ ὀφθαλμοῦ οὐ στρογγύλον ἐὸν διὰ τόδε· ἐν ᾧ ἂν τὸ αἱματῶδες ἐνῇ, τοῦτο οὐκ ἐμφαίνεται, τούτῳ δὴ ἐλλείπει τὸ φαινόμενον περιφερὲς εἶναι, καὶ προκινέεσθαι αὐτῷ δοκέει πρὸ τῶν ὀφθαλμῶν, καὶ οὐδὲν κατ’ ἀλήθειαν ὁρᾷ. Τούτου χρὴ τὰς φλέβας ἀποκαίειν τὰς πιεζούσας τὰς ὄψιας, αἳ σφύζουσιν αἰεὶ καὶ μεταξὺ τοῦ τε ὠτὸς καὶ τοῦ κροτάφου πεφύκασιν· καὶ ἐπειδὰν ταύτας ἀποφράξῃς, πρὸς τοὺς ὀφθαλμοὺς φάρμακα, ὅσα ὑγραίνει, πρόσφερε, καὶ δάκρυον ἄπαγε ὡς πλεῖστον, ὅπως τὸ συνεστηκὸς ἐν τοῖσιν ὀφθαλμοῖσιν ἐκκλυσθῇ τὸ τὴν νοῦσον παρέχον. Ἢν δὲ ὁ ὀφθαλμὸς ῥαγῇ, μαλθακοῖσι φαρμάκοισι χρῆσθαι καὶ στρυφνοῖσιν, ὡς στυφόμενον τὸ ἕλκος ἐς σμικρὸν συνίῃ, καὶ ἡ οὐλὴ λεπτὴ ᾖ. Ὅταν δ’ ἄργεμον ᾖ, δακρύειν τῷ ὀφθαλμῷ ἀρήγει. 14. Ὁπόταν δὲ ἐς τὸν κίθαρον ῥέῃ καὶ χολὴ ᾖ, τῷδε δῆλόν ἐστιν· ὀδύνη ἔχει ἐς τὴν λαπάρην καὶ ἐς τὴν κληβδα τὴν ἐς τὴν λαπάρην, καὶ πυρετὸς, καὶ ἡ γλῶσσα τὰ ἄνω χλωρὴ γίνεται, καὶ ἀποχρέμπτεται ξυμπεπηγότα· ταύτης τῆς νούσου ἑβδομαίῳ ὁ κίνδυνός ἐστιν ἢ ἐνναταίῳ. Ὁκόταν ἀμφότερα τὰ πλευρὰ ἀλγέῃ, τὰ δ’ ἄλλα ὅμοια ᾖ τῇ ἑτέρῃ, αὕτη μὲν περιπλευμονίη ἐστὶν, ἡ δ’ ἑτέρη πλευρῖτις· αὗται δὲ γίνονται διὰ τόδε· ὅταν ἐς τὸν πλεύμονα ῥεύσῃ ἐκ τῆς κεφαλῆς διὰ τοῦ βρόγχου καὶ τῶν ἀρτηριῶν, ὁ πλεύμων, ἅτε ψαφαρὸς ἐὼν καὶ ξηρὸς φύσει, ἕλκει ἐφ’ ἑωυτὸν τὸ ὑγρὸν ὅ τι ἂν δύνηται· καὶ ἐπὴν εἰρύσῃ, μέζων γίνεται, καὶ ὅταν μὲν ἐς ὅλον ῥεύσῃ, μέζων ὁ λοβὸς γενόμενος ἀμφοτέρων ἔψαυσε τῶν πλευρέων, καὶ περιπλευμονίην ἐποίησεν· ὅταν δὲ τῆς ἑτέρης μοῦνον, πλευρῖτιν. Ἡ περιπλευμονίη πολὺ ἐπικινδυνοτέρη ἐστὶ, καὶ ὀδύναι πολὺ ἰσχυρότεραί εἰσιν αἱ ἐς τὰς λαπάρας καὶ ἐς τὰς κλὴβδας, καὶ ἡ γλῶσσα πολὺ ὠχροτέρη, καὶ τὴν φάρυγγα ἀλγέει ὑπὸ τοῦ ῥεύματος, καὶ κόπος ἔχει ἰσχυρὸς, καὶ πνεῦμα ἑκταῖον ἢ ἑβδομαῖον λάζεται. Τοῦτον ἢν μὴ ἑβδομαῖον ὁ πυρετὸς ἀφῇ, ἀποθνήσκει, ἢ ἀποπυΐσκεται, ἢ ἀμφότερον· ἢν δ’ ἐναταῖον δύο ἡμέρας διαλιπὼν λάζηται, ὡς τὰ πολλὰ καὶ οὗτος ἢ ἀποθνήσκει, ἢ ἔμπυος διαφεύγει· ἢν δὲ δωδεκαταῖον, ἔμπυος γίνεται· ἢν δὲ τεσσαρεσκαιδεκαταῖον, ὑγιὴς γίνεται. Καὶ ἔμπυοι ὅσοι ὑπὸ περιπλευμονίης ἢ πλευρίτιδος γίνονται, οὐκ ἀποθνήσκουσιν, ἀλλ’ ὑγιέες γίνονται· ὡς τὰ πολλὰ ἔμπυοι γίνονται, ὅταν ῥεῦμα ἐς τὸ αὐτὸ ὥσπερ ἐπὶ τῇσι χολῇσι γένηται· ἀλλὰ τῇσι μὲν χολῇσι πολὺ ἀποῤῥεῖ, καὶ ἀποῤῥεῦσαν παύεται· τοῖσι δ’ ἐμπύοισιν ἔλασσόν τε ῥεῖ καὶ οὐ παύεται, καὶ ἔμπυοι γίνονται, ὅταν ἔλασσον ἀποχρέμπτωνται ἢ ἐπιῤῥεῖ ἐς τὸν πλεύμονα. Τοῦτο γὰρ, τὸ ἐν τῷ πλεύμονι συνιστάμενόν τε καὶ ἐπιῤῥέον, πῦον γίνεται· τὸ δὲ πῦον συνιστάμενον ἐν τῷ πλεύμονι καὶ ἐν τῷ κιθάρῳ ἑλκοῖ καὶ σήπει· καὶ ἐπὴν ἑλκωθῇ, ἀπὸ τοῦ ἡλκωμένου ἐπιῤῥεῖ καὶ ἐπαναχρεμπτομένου· ἅμα μὲν ἡ κεφαλὴ μᾶλλον ῥεῖ σειομένη, ἅμα δὲ ἐκ τοῦ ἡλκωμένου ἐν τῷ κιθάρῳ καὶ τῷ πλεύμονι μᾶλλον ῥεῖ, καὶ τὰ ἕλκεα κινεύμενα ἐπαναῤῥήγνυται, ὥστε καὶ εἰ παύσαιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥέον, τὸ ἀπ’ αὐτέων τῶν ἑλκέων ἱκανὸν ἔσται νοῦσον παρασχεῖν. Γίνεται δὲ καὶ ἀπὸ ἕλκους ἔμπυος, καὶ ῥᾴων αὕτη ἡ νοῦσος· γίνεται δὲ καὶ ἐκτὸς τοῦ πλεύμονος μάλοστα μὲν ἀπὸ ῥήγματος, καὶ ὅταν ἡ σὰρξ φλασθῇ· κατὰ τοῦτο γὰρ πῦον ξυνίσταται, καὶ ξυνιστάμενον, εἴ τις σείοι τὸ σῶμα, κλυδάζεται, καὶ ψόφον παρέχει, καὶ καίονται ταῦτα. Φθίσις δὲ γίνεται, ὅταν ἐς τὸ αὐτὸ, ὥσπερ τῷ ἐμπύῳ, ὁ ῥόος γένηται διὰ τοῦ βρόγχου καὶ τῶν ἀορτρέων, αἳ ξυνέχουσι τὸν πλεύμονα καὶ τὸν βρόγχον· ἐς δὲ τὸν πλεύμονα ῥέει θαμινὰ κατ’ ὀλίγον, καὶ ὑγρότητα ἐν τῷ πλεύμονι οὐ ποιέει πολλήν· ξηραινόμενον γὰρ τὸ ἐπιῤῥέον ἐν τῷ βρόγχῳ πεπηγὸς, ὥστε οὐκ ἐκκλυζόμενον, ἀλλὰ κατ’ ὀλίγον ἐπιῤῥέον καὶ ἐνεχόμενον βῆχα ποιέει· ἔν τε τῇσιν ἀορτρῇσιν ἐνεχόμενον τὸ ῥέον, ὥστε στενὰς διατρήσιας ἐχούσας τὰς ἀορτρὰς, στενοχωρίην τῷ πνεύματι παρέχει, καὶ τοῦτο ποιέει πνεῦμα ἔχειν· ὥστε γὰρ αἰεὶ λειπόμενον αἰεὶ ἐπιθυμέει ἀναπνεῖν, καὶ ἐν τῷ πλεύμονι, ὥστε οὐκ ἰσχυρῶς ὑγρῷ ἐόντι, ξυσμὸς ἐγγίνεται· ὅταν δὲ πολὺ ἀποῤῥυῇ τῆς κεφαλῆς, οὔτ’ ἐν τῷ πλεύμονι ξυσμὸς γίνεται· πολὺ γὰρ αὐτέῳ τὸ ἐπιῤῥέον ἐστὶ, καὶ ἔμπυοι ἐκ τῶν φθισίων τούτων γίνονται, ὅταν ὑγρότερον τὸ σῶμα γένηται· καὶ ὅταν ξηρότερον γένηται, ἐκ τῶν ἐμπύων φθισιῶντες. Ἔμπυοι τῷδε δῆλοι γίνονται· τὴν λαπάρην ἀρχομένων πόνος ἔχει· ἐπὴν δὲ πῦον ξυνεστήκῃ, ὅ τε πόνος ὁμοίως ἔχει, βήξ τε γίνεται, καὶ ἐπαναχρέμπτεται πῦον, καὶ πνεῦμα ἔχει. Ἢν δὲ μήπω ἐῤῥώγῃ, ἐν τῇ λαπάρῃ σείεται καὶ ψοφέει οἷον ἐν ἀσκῷ· ἢν δὲ τούτων μηδὲν προσημήνῃ, ἔμπυος δὲ ᾖ, τοισίδε χρὴ τεκμαίρεσθαι· πνεῦμα πουλὺ ἔχει, φθέγγεταί τε ὑποβραγχότερον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ γούνατα, μᾶλλον δὲ κατὰ τὴν λαπάρην, ἐν ᾗ τὸ πῦον ἔνεστι· καὶ ὁ κίθαρος συγκεκαμμένος ἐστὶ, καὶ λυσιγυῖα γίνεται, καὶ ἱδρὼς περιχεῖται ὅλον τὸ σῶμα, καὶ τοτὲ μὲν δοκέει θερμὸς αὐτὸς ἑωυτῷ εἶναι, τοτὲ δὲ ψυχρός· καὶ οἱ ὄνυχες περιτέταμένοι εἰσὶ, καὶ ἡ κοιλίη θερμὴ γίνεται· τούτοισι χρὴ γινώσκειν τοὺς ἐμπύους. 15. Ὅταν δ’ ὄπισθεν ῥεύσῃ ἐς τὴν ῥάχιν, φθίσις γίνεται τούτῳ τοιάδε· τὴν ὀσφὺν ἀλγέει, καὶ τὰ ἔμπροσθεν τῆς κεφαλῆς κενὰ δοκέουσιν αὐτῷ εἶναι.