6. Περὶ δὲ τῶν κατὰ κοιλίην νουσημάτων ἐνθυμέεσθαι χρὴ τάδε· πλευρῖτις, περιπλευμονίη, καῦσος, φρενῖτις, αὗται καλέονται ὀξεῖαι, καὶ γίνονται μὲν μάλιστα καὶ ἰσχυρόταται τοῦ χειμῶνος, γίνονται δὲ καὶ τοῦ θέρεος, ἧσσον δὲ καὶ μαλακώτεραι· ἢν δὲ παρατυγχάνῃς, ταῦτα ἂν καὶ ποιέων καὶ ξυμβουλεύων τυγχάνοις μάλιστα. 7. Πλευρῖτις· πυρετὸς ἴσχει, καὶ τοῦ πλευροῦ ὀδύνη, καὶ ὀρθοπνοίη, καὶ βήξ· καὶ τὸ σίελον κατ’ ἀρχὰς μὲν ὑπόχολον πτύει, ἐπειδὰν δὲ πεμπταῖος γένηται ἢ ἑκταῖος, καὶ ὑπόπυον. Τούτῳ τοῦ μὲν πλευροῦ τῆς ὀδύνης διδόναι, ὅ τι ἀποστήσει ἀπὸ τοῦ πλευροῦ τό τε φλέγμα καὶ τὴν χολήν· ἡ γὰρ ὀδύνη οὕτως ἂν εἴη μαλακωτάτη· τὴν δὲ κοιλίην θεραπεύειν ὑπάγοντι καὶ ψύχοντι κλύσματι· οὕτω γὰρ τῇ νούσῳ τῇ ξυμπάσῃ ξυμφορώτατα· προσφέρειν δὲ ποτόν τε καὶ ῥόφημα, καὶ τὰ πόματα διδόναι ὀξύτερα, ὡς τὸ σίελον ἀνακαθαίρηται ἀπὸ τοῦ πλευροῦ· ὅταν δὲ καθαίρεσθαι ἄρξηται τὸ πῦον, θερμαίνοντα ξυμφέρει τὸ πλευρὸν ἔξωθεν πεπαίνειν τὰ πρὸς τὸ πλευρόν· πρόσθεν δὲ οὐ ξυμφέρει· ξηραίνεται γάρ. Γίνεται δὲ ἡ νοῦσος αὕτη μάλιστα μὲν ἐκ ποσίων, ὅταν τις, ὑγράζοντος τοῦ σώματος, ἢ μεθύων ἢ νήφων ῥιγώσῃ· γίνεται δὲ καὶ ἄλλως. Κρίνεται δὲ ἡ νοῦσος, ἡ μὲν βραχυτάτη ἑβδόμῃ, ἡ δὲ μακροτάτη τετάρτῃ καὶ δεκάτῃ· καὶ ἢν μὲν ἐν ταύτῃ πτυσθῇ καὶ καθαρθῇ τὸ πῦον ἀπὸ τοῦ πλευροῦ, ὑγιὴς γίνεται· ἢν δὲ μὴ πτυσθῇ, ἔμπυος γίνεται, καὶ ἡ νοῦσος μακρή. 8. Κρίνεσθαι δέ ἐστιν ἐν τῇσι νούσοισιν, ὅταν αὔξωνται αἱ νοῦσοι, ἢ μαραίνωνται, ἢ μεταπίπτωσιν ἐς ἕτερον νούσημα, ἢ τελευτῶσιν. 9. Περιπλευμονίη· πυρετὸς ἴσχει καὶ βήξ· καὶ ἀποχρέμπτεται τὸ μὲν πρῶτον φλέγμα παχὺ καὶ καθαρὸν, ἕκτῃ δὲ καὶ ἑβδόμῃ ὑπόχολον καὶ ὑποπέλιον, ὀγδόῃ δὲ καὶ ἐνάτῃ ὑπόπυον. Τούτῳ ἢν μὲν ὀδύνη ἐγγίνηται ἢ τοῦ νώτου ἢ τῶν πλευρέων, διδόναι ὅπερ ἐν τῇ πλευρίτιδι τοῦ πλευροῦ τῆς ὀδύνης ἐν τῇ φαρμακίτιδι γέγραπται· ποτοῖσι δὲ καὶ ῥοφήμασι καὶ τῆς κοιλίης ἐς τὴν ὑποχώρησιν καὶ ψύξιν κατὰ ταὐτὰ θεραπεύειν τῇ πλευρίτιδι· ὅκως δὲ τὸ σίαλον ἐκ τοῦ πλεύμονος ἀνακαθαρεῖται καὶ τὸ πῦον, διδόναι φάρμακα ποτὰ, οἷσιν ὁ πλεύμων ὑγραίνεται, καὶ καθαίρεται τὸ πῦον ἄνω. Ἡ δὲ νοῦσος αὕτη γίνεται, ὅταν ἐκ τῆς κεφαλῆς φλέγμα ἀθρόον ῥυῇ ἐς τὸν πλεύμονα· ἔστι δ’ ὅτε καὶ ἐκ πλευρίτιδος μεθίσταται ἐς περιπλευμονίην, καὶ ἐκ καύσου· κρίνεται δὲ ἐν ἡμέρῃσιν, ἡ μὲν βραχυτάτη ἐν τεσσαρεσκαίδεκα, ἡ δὲ μακροτάτη ἐν δυοῖν δεούσαιν εἴκοσι· διαφεύγουσι δὲ ταύτην ὀλίγοι· γίνονται δὲ καὶ ἔμπυοι ἐκ ταύτης τῆς νούσου, ἢν μὴ ἐν τῇσι κυρίῃσιν ὁ πλεύμων καθαρθῇ. 10. Φρενῖτις ὅταν λάβῃ, πυρετὸς ἴσχει βληχρὸς τὸ πρῶτον, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια, μᾶλλον δὲ πρὸς τὰ δεξιὰ ἐς τὸ ἧπαρ· ὅταν δὲ τεταρταῖος γένηται καὶ πεμπταῖος, ὅ τε πυρετὸς ἰσχυρότερος γίνεται, καὶ αἱ ὀδύναι, καὶ τὸ χρῶμα ὑπόχολον γίνεται, καὶ τοῦ νοῦ παρακοπή. Τούτῳ, τῆς μὲν ὀδύνης, ἅπερ ἐν τῇ πλευρίτιδι, διδόναι, καὶ χλιαίνειν, ἵν’ ἡ ὀδύνη ἔχει· τὴν κοιλίην δὲ θεραπεύειν, καὶ τἄλλα ποιέειν τὰ αὐτὰ, πλὴν τοῦ ποτοῦ· ποτῷ δὲ χρῆσθαι τῶν ἄλλων ὅτῳ ἂν ἐθέλῃς, πλὴν οἴνου, ἢ ὄξος καὶ μέλι καὶ ὕδωρ διδόναι· οἶνος δὲ οὐ ξυμφέρει τοῦ νοῦ παρακόπτοντος, οὔτε ἐν ταύτῃ τῇ νούσῳ, οὔτε ἐν τῇσιν ἄλλῃσι· λούειν δὲ πολλῷ καὶ θερμῷ κατὰ τὴν κεφαλὴν ἐν ταύτῃ τῇ νούσῳ ξυμφέρει· μαλασσομένου γὰρ τοῦ σώματος, καὶ ἱδρὼς μᾶλλον γίνεται, καὶ ἡ κοιλίη καὶ τὸ οὖρον διαχωρέει, καὶ αὐτὸς ἑαυτοῦ ἐγκρατέστερος γίνεται. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς, ὅταν κινηθεῖσα πρὸς τὰ σπλάγχνα καὶ τὰς φρένας προσίζῃ· κρίνεται δὲ ἡ μὲν βραχυτάτη ἑβδομαίη, ἡ δὲ μακροτάτη ἑνδεκαταίη· διαφεύγουσι δὲ καὶ ταύτην ὀλίγοι· μεθίσταται δὲ καὶ αὕτη ἐς περιπλευμονίην, καὶ ἢν μεταστῇ, ὀλίγοι διαφεύγουσιν.