56. Λαχάνων τῶν ἑφθῶν διαχωρέει, ὅσα φύσει ὑγρότατά ἐστιν ἢ δριμύτητα ἢ θερμότητα ἔχει, διδόναι δὲ ταῦτα χλιερώτερα καὶ τακερώτερα. 57. Σίκυος πέπων καὶ διουρητικὸν καὶ διαχωρητικὸν καὶ κοῦφον· ὁ δὲ ἕτερος πέπων ψύξιν τινὰ παρέχει καὶ δίψαν παύει· τροφὴ δὲ ἀπὸ οὐδετέρου αὐτῶν γίνεται εἰ μὴ λεπτή τις, ἀλλ’ οὐδὲ φλαῦρον ἀπ’ οὐδετέρου οὐδὲν ἄξιον λόγου. 58. Τὸ μέλι ξὺν μὲν ἑτέροις ἐσθιόμενον καὶ τρέφει καὶ εὔχροιαν παρέχει, αὐτὸ δὲ ἐφ’ ἑωυτοῦ λεπτύνει μᾶλλον ἢ κομίζει, καὶ γὰρ διουρέεται καὶ διακαθαίρεται μᾶλλον τοῦ μετρίου. 59. Τὰ διαχωρητικὰ ἐν τῇ κοιλίῃ θερμαίνεται ταχὺ, καὶ θερμαινόμενα μαραίνεται καὶ τήκεται, καὶ τὴν διαχώρησιν διὰ τοῦτο ταχείην παρέχει· ὅσα δὲ στάσιμα τῶν σιτίων, καὶ θερμαίνεται βραδέως, καὶ θερμαινόμενα ξηραίνεται καὶ ξυνίσταται, καὶ διὰ τοῦτο περίσκληρα γινόμενα οὐ διαχωρέει. Τὰ διαχωρητικὰ ἔγχυλά ἐστι καὶ φύσει θερμὰ, τὰ δὲ οὐρητικὰ ξηρὰ καὶ ψυχρά. 60. Ὁ σῖτος καὶ ὁ οἶνος διαφέρουσι μὲν καὶ αὐτοὶ ἑωυτῶν φύσει ἐς ἰσχὺν καὶ ἀσθενείην καὶ κουφότητα καὶ βαρύτητα· διαφέρει δὲ καὶ χώρη χώρης ἐξ ὁκοίης ἂν ᾖ, καὶ εὔυδρος ἐοῦσα καὶ ἄνυδρος, καὶ εὐήλιος καὶ πολύσκιος, καὶ ἀγαθὴ καὶ φλαύρη, ὥστε ἅπαντα ταῦτα ξυμβάλλεται ἐς τὸ ἰσχυρότερα ἕκαστα τῶν σιτίων εἶναι καὶ ἀσθενέστερα.