46. Μετὰ τὰ ῥοφήματα διδόναι τὸ σιτίον τοῖσιν ἀσθενέουσιν· ἐπιπίνειν δὲ οἶνον εὐώδεα· πρὸ δὲ τῶν σιτίων καὶ ποτῶν ἢ ῥοφημάτων, ὅ τι ἄν σοι δοκέῃ, τοῖσιν ἀσθενέουσιν ἐσορῶν τὸ σῶμα καὶ τὴν ψυχὴν προσφέρειν καὶ τὸ σιτίον καὶ τὸ ποτόν· μάλιστα γὰρ ἂν οὕτως ὠφελέοις. 47. Τῶν σιτίων ἃ δύναμιν ἕκαστα ἔχει, τεκμαίρεσθαι χρὴ ἀπὸ τῶν φανερὴν τὴν δύναμιν ἐχόντων, ὁκόσα ἢ φῦσαν ἢ δῆξιν ἢ πλησμονὴν ἢ ἐρευγμὸν παρέχει ἢ στρόφον, ἢ διαχωρέει, ἢ μὴ διαχωρέει, καὶ φανερά ἐστιν ὅτι ταῦτα ἐργάζεται, καὶ ἀπὸ τούτων χρὴ τὰ ἄλλα σκοπεῖν· ἔχει γὰρ τὰ ἕκαστα τῶν ἐδεσμάτων, διότι καὶ ὠφελέει καὶ βλάπτει· ἀλλὰ τὰ μὲν φανερώτερά ἐστιν ἐργαζόμενα ἃ ἐργάζεται, τὰ δὲ ἀμυδρότερα. Τὰ σιτία καὶ τὰ ὄψα σκευάζειν καὶ διδόναι τοῖσιν ἀσθενέουσιν, ὑφ’ ὧν μήτε φῦσα ἔσται, μήτε ὀξυρεγμίη, μήτε στρόφος, μήτε λίην διαχωρέει, μήτε λίην ξηραίνεται· ταῦτα δὲ γίνεται ὧδε· ὅσα μὲν ἡ κοιλίη κρατέει, καὶ τὸ σῶμα αὐτὰ ἀναδέχεται, ταῦτα μὲν οὔτε φῦσαν παρέχεται οὔτε στρόφον· ἢν δὲ μὴ ἡ κοιλίη κρατέῃ, ἀπὸ τούτων καὶ φῦσα καὶ στρόφος καὶ τἄλλα τὰ τοιαῦτα γίνεται. Κουφότατα τῶν σιτίων καὶ τῶν ὄψων καὶ τῶν ποτῶν, ὅσα μέτρια ἐσίοντα ἐς τὸ σῶμα ἢ ὀλίγῳ πλέω τῶν μετρίων, μήτε πλήρωσιν παρέχει, μήτε στρόφον, μήτε φῦσαν, μήτε ἄλλο τῶν τοιούτων μηδὲν, καὶ πέσσεταί τε τάχιστα, καὶ πεσσόμενα διαχωρέει, καὶ ἀνὰ πᾶσάν τε ἡμέρην ἐσιόντα ἐς τὴν κοιλίην ἀλυπότατά ἐστι, καὶ ὅταν διὰ παλαιοῦ ἐσέλθῃ. Βαρέα δὲ, ὅσα μέτρια τελεύμενα ἢ ἐλάσσω τῶν μετρίων, πλήρωσιν καὶ πόνον παρέχει· καθ’ ἡμέρην δὲ μηδὲ οἷόν τε ἐσθίειν αὐτὰ μηδὲ πίνειν, ἀλλὰ πόνον παρέχει· διὰ χρόνου δὲ ἄν τις αὐτὰ ἢ πίνῃ ἢ ἐσθίῃ, καὶ οὕτω πόνον παρέχει, καὶ οὐ διαχωρέει ἀνὰ λόγον. Ἐς ὑγιείην ἄριστα, ὅσα ὀλίγιστα ἐσιόντα αὐτάρκεά ἐστι καὶ λιμοῦ καὶ δίψης ἄκος εἶναι, καὶ πλεῖστον χρόνον τὸ σῶμα αὐτὰ δέχεται, καὶ διαχωρέει κατὰ λόγον. Ἐς ἰσχὺν δὲ ἄριστα, ὅσα σάρκα φύει πλείστην καὶ πυκνοτάτην, καὶ τὸ αἷμα παχύνει, καὶ διαχωρέει κατὰ λόγον τῶν ἐσιόντων, καὶ τὸ σῶμα πλεῖστον χρόνον ἀναδέχεται. Τὰ λιπαρὰ καὶ τὰ πίονα, καὶ τὰ τυρώδεα καὶ μελιτώδεα, καὶ τὰ σησαμόεντα ὀξυρεγμίην μάλιστα παρέχει καὶ χολέρην καὶ στρόφον καὶ φῦσαν καὶ πλησμονήν· ποιέει δὲ τοῦτο αὐτὸ καὶ ὅταν πλείω τις φάγῃ ἢ πίῃ ἢ ὅσα οἵη τε πέψαι ἡ κοιλίη. Τοῖσιν ἀσθενέουσιν ἢν μὲν κατὰ λόγον τῆς νούσου καὶ τοῦ σώματος διδῷς ἃ ἂν διδῷς, ὑπαναλίσκει ταῦτα τὸ σῶμα, καὶ οὔτε ἐνδεές ἐστιν οὔτε πλῆρες· ἢν δὲ ἁμαρτάνῃς τοῦ καιροῦ ἢ ἐπὶ τὰ ἢ ἐπὶ τὰ, βλάβος ἐπ’ ἀμφότερα. Ὅσα τῶν σιτίων ἢ τῶν ὄψων ἢ τῶν ποτῶν τὸ σῶμα ἀναδέχεται μάλιστα, ἀπὸ τουτέων οὔτε στρόφος γίνεται οὔτε φῦσα οὔτε ὀξυρεγμίη· ὅταν γὰρ ἐς τὴν κοιλίην ἐσέλθῃ, ἀπ’ αὐτοῦ σπᾷ τὸ σῶμα τὸ αὐτῷ ἐπιτήδειον, καὶ ἀσθενέστερον ἤδη τὸ λοιπὸν ἀνάγκη εἶναι, ὥστε στρόφον ἢ φῦσαν ἢ ἄλλο τι τῶν τοιούτων ἐν τῇ κοιλίῃ μὴ ποιῆσαι. 48. Τῶν οἴνων καὶ οἱ γλυκέες καὶ οἱ αὐστηροὶ καὶ οἱ μελιχροὶ παλαιοὶ τὴν κοιλίην ὑπάγουσι μάλιστα καὶ διουρέονται καὶ τρέφουσι, καὶ οὔτε φῦσαν παρέχουσιν οὔτε στρόφον οὔτε πλησμονήν. 49. Κρεῶν τὰ δίεφθα καὶ τὰ ἔξοπτα ἀσθενέα μὲν πρὸς τὴν ἰσχὺν ἀμφότερα, ἐς δὲ τὴν διαχώρησιν τὰ μὲν δίεφθα ἐπιτήδεια, τὰ δὲ ὀπτὰ στασιμώτερα· τὰ δὲ μετρίως ἔχοντα καὶ ἑψήσιος καὶ ὀπτήσιος μετρίως καὶ ἐς τὴν ἰσχὺν ἔχει καὶ ἐς τὴν διαχώρησιν, τὰ δὲ ἐνωμότερα πρὸς μὲν τὴν ἰσχὺν ἐπιτήδεια, πρὸς δὲ τὴν διαχώρησιν οὔ. 50. Τῶν σιτίων καὶ τῶν ποτῶν ἃ προσφορώτατα τῷ σώματι καὶ μάλιστα αὐτάρκεα καὶ ἐς τροφὴν καὶ ἐς ὑγιείην, ἀπὸ τούτων αὐτῶν, ὅταν τις αὐτοῖσι μὴ ἐν τῷ καιρῷ χρῆται ἢ πλέοσι τοῦ καιροῦ, αἵ τε νοῦσοι καὶ ἐκ τῶν νούσων οἱ θάνατοι γίνονται· τὰ δ’ ἄλλα σιτία καὶ ποτὰ ὅσα μὴ τοιαύτην δύναμιν ἔχει, σμικρὸν μέν τι ὠφελέει, ἤν τις καὶ πάντα αὐτοῖσιν ἐν καιρῷ χρέηται, σμικρὰ δὲ καὶ βλάπτει, ἐπ’ ἀμφότερα δέ ἐστιν ἀσθενέα, ὥστε ἀγαθόν τι ποιῆσαι καὶ ὥστε κακόν· ἔστι δὲ τῶν σιτίων καὶ τῶν ποτῶν ἃ τὴν δύναμιν ἔχει ταύτην, τάδε, ἄρτος, μᾶζα, κρέα, ἰχθύες, οἶνος, τούτων μέντοι τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον.