41. Τοῖσι φαρμακοποτέουσι διδόναι μετὰ τὴν κάθαρσιν, τοῖσι μὲν πυρέσσουσιν, ἢ φακὸν ἢ κέγχρον λεπτὸν ἢ πτισάνης χυλόν· διδόναι δὲ πτισάνην μὲν καὶ κέγχρον ὡς κοῦφα ἐόντα, χόνδρον δὲ ὡς ἰσχυρότερον τούτων, καὶ ἄλητον ὡς ἰσχυρότατον πάντων· φακὸν δὲ εὐώδεα σκευάσαι, καὶ ὀλίγον δεύτερον διδόναι ὡς καὶ κοῦφον ὂν ῥόφημα καὶ εὐκάρδιον ἄνω· παραμίσγειν δὲ ἢ ἅλας ἢ μέλι καὶ κύμινον καὶ ἔλαιον τῷ φακῷ, ἢ χλόης γλήχωνος καὶ ὄξους ὀλίγον· τοῖσι δὲ ἀπύροισιν ἄρτου καθαροῦ τὸ ἔσωθεν ἐνθρύψας ἐν ζωμῷ, ἢ μᾶζαν καὶ τέμαχος ἑφθὸν, ἢ κρέας ὀϊὸς ὡς νεωτάτης, ἢ ὄρνιθος, ἢ σκύλακος ἑφθὸν, ἢ τεῦτλον ἢ κολοκύντην ἢ βλῆτον, καὶ μετὰ τὸ σιτίον πίνειν οἶνον εὐώδεα, παλαιὸν, λευκὸν, ὑδαρέα. 42. Οἷσι λούεσθαι μὴ ξυμφέρει, ἀλείφειν οἴνῳ καὶ ἐλαίῳ θερμῷ, καὶ ἐκμάσσειν διὰ τρίτης. 43. Ὅταν κοιλίην ὑγραίνειν ἀπὸ σιτίων ἀσθενέοντος ἐθέλῃς, διδόναι μᾶζαν καὶ ὄψα, θαλασσίων μὲν τεμάχεα ἑφθὰ ἐν ὑποτρίμματι, κρέα δὲ ὀϊὸς ὡς νεωτάτης, ἢ ἐρίφου, ἢ σκύλακος, ἢ ὄρνιθος ἑφθὰ, καὶ τεῦτλα ἢ βλῆτα ἢ λάπαθα ἢ κολοκύντην, ἢν ἡ ὥρη ᾖ· λάχανα δὲ, σέλινα καὶ ἄνηθα καὶ ὤκιμα· καὶ τὸν οἶνον μελιχρὸν, παλαιὸν, λευκὸν, ὑδαρέα. Ὅταν δὲ ξηραίνῃς τὸ σῶμα, διδόναι ἄρτον, καὶ ὄψα ὀπτὰ καὶ ξηρὰ, καὶ θερμότερα ταῦτα πάντα, καὶ κρεῶν τὰ μέλεα, ὅσα σαρκώδεα, ἰχθύων τοὺς πετραίους, λάχανα πήγανον ἢ θύμον ἢ ὀρίγανον, τὸν δὲ οἶνον μέλανα αὐστηρόν· σκευάζειν δὲ τὰ ὄψα ἁλσὶ καὶ κυμίνῳ, καὶ τοῖσιν ἄλλοισιν ἀρτύμασιν ὡς ἐλαχίστοισι χρῆσθαι. Ὅταν δὲ ἀνακομίσαι ἐκ νούσου ἐθέλῃς, διδόναι τὰ μὲν ἄλλα ταὐτὰ, ἃ καὶ ὅταν διυγραίνῃς τὴν κοιλίην, τὰ δὲ κρέα ἀντὶ τῶν γαλαθηνῶν ἰσχυρότερα, καὶ ἀντὶ τῶν κυνείων ὀρνίθεια καὶ λάγεια, καὶ τούτων ἔνια ὀπτὰ καὶ τῶν κρεῶν καὶ τῶν ἰχθύων καὶ ἐσκευασμένα ὡς ἄριστα. Ὁκόσοισι τῶν νουσημάτων ξηρασίη ξυμφέρει, μονοσιτίη ξυμφέρει, καὶ τὰ σιτία καὶ τὰ ποτὰ ἐλάσσω τελέειν ἢ ὥστε πλήρη εἶναι, καὶ ταῦτα ἐκπονέειν, καὶ περιπατεῖν, καὶ κοιμᾶσθαι ὡς ἐλάχιστα. Ὁκόσοισι δ’ αὖ ὑγρασίη ξυμφέρει, μὴ ἀσιτέειν, καὶ τοῦ σιτίου καὶ τοῦ ποτοῦ μὴ ἐνδεᾶ εἶναι, μηδὲ πονέειν, καὶ κοιμᾶσθαι ὁκόσα ἂν ἐθέλῃ. 44. Ὁκόσων ἐπιθυμέουσιν οἱ κάμνοντες ἢ σιτίων ἢ ὄψων ἢ ποτῶν, ὑπαρχέτω ταῦτα, ἢν μή τι μέλλῃ τῷ σώματι βλάβος ἔσεσθαι. Ὁκόταν ἢ σιτίων ἢ ποτῶν προστιθέναι ἄρξῃ ἢ ἀφαιρέειν, κατ’ ὀλίγον χρὴ καὶ τὰς προσθέσιας ποιέεσθαι καὶ τὰς ἀφαιρέσιας. Ὁκόσοι σιτία ἱκανὰ οἷοί τέ εἰσι τελέειν, ῥοφήματα μὴ διδόναι· ἀποκλείει γὰρ τοῦ σιτίου· ὁκόσοι δὲ μὴ οἷοί τε, τούτοισι διδόναι. Ἢν δέ τι διδόναι θέλῃς κομιδῆς ἕνεκα, διδόναι χόνδρον ἢ πτισάνην πυρίνην· ταῦτα γὰρ τῶν ῥοφημάτων ἰσχυρότερα· διδόναι δὲ μετὰ δεῖπνον. 45. Τὰ φάρμακα ὅσα ποτὰ, καὶ ὅσα πρὸς τὰ τρώματα προσφέρεται, μανθάνειν χρὴ, ἄξιον γὰρ ἅπαντος· οὐ γὰρ ἀπὸ γνώμης ταῦτα εὑρίσκουσιν οἱ ἄνθρωποι, ἀλλὰ μᾶλλον ἀπὸ τύχης, οὐδέ τι οἱ χειροτέχναι μᾶλλον ἢ οἱ ἰδιῶται· ὅσα δὲ ἐν τῇ τέχνῃ τῇ ἰητρικῇ γνώμῃ εὑρίσκεται ἢ περὶ σιτίων ἢ περὶ φαρμάκων, παρὰ τῶν οἵων τε διαγινώσκειν τὰ ἐν τῇ τέχνῃ μανθάνειν χρὴ, ἤν τι θέλῃς μανθάνειν.