36. Τούτοισι τοῖσι φαρμάκοισιν ἀποκαθαίροντα ὧδε χρῆσθαι· ὅσοι μὲν χολώδεές εἰσι, διδόναι τὰ ὑφ’ ὧν χολὴ καθαίρεται· ὅσοι δὲ φλεγματώδεες, τὰ ὑφ’ ὧν φλέγμα· ὅσοι δὲ μελαγχολῶσι, τὰ ὑφ’ ὧν μέλαινα χολή τοῖσι δὲ ὑδρωπιῶσι τὰ ὑφ’ ὧν ὕδωρ. Ὅσα δε δίδοται φάρμακα ποτὰ καὶ μὴ καθαίρει μήτε χολὴν μήτε φλέγμα, ὅταν ἐς τὸ σῶμα ἐσέλθῃ, τὴν δύναμιν αὐτὰ παρέχεσθαι δεῖ ἢ ψύχοντα ἢ θερμαίνοντα ἢ ξηραίνοντα ἢ ὑγραίνοντα ἢ ξυνάγοντα ἢ διαχέοντα· ὅσα δὲ ὕπνον ποιέει, ἀτρεμίην δεῖ τῷ σώματι παρέχειν τὸ φάρμακον. 37. Ὅταν δὲ ἐπὶ νοσέοντα ἀφίκῃ, ἐπανερωτᾷν χρὴ ἃ πάσχει, καὶ ἐξ ὅτου, καὶ ποσταῖος, καὶ τὴν κοιλίην εἰ διαχωρέει, καὶ δίαιταν ἥντινα διαιτᾶται, καὶ ἐνθυμέεσθαι πρῶτα μὲν τὸ νούσημα πότερον ἀπὸ χολῆς ἢ φλέγματος γεγένηται ἢ ἀμφότερα, καὶ τοῦτο εὖ εἰδέναι ὅτι ἀνάγκην ἔχει ὥστε ὑπὸ τούτων τοῦ ἑτέρου ἢ ἀμφοτέρων γίνεσθαι, ἔπειτα πότερον ξηρασίης ἢ ὑγρασίης χρήζει, ἢ τὰ μὲν τοῦ σώματος ξηρασίης, τὰ δὲ ὑγρασίης· ἔπειτα τὴν νοῦσον, εἴτε ἄνω δεῖ θεραπεύειν, εἴτε κάτω, εἴτε διὰ τῆς κύστιος, καὶ εἴτε αὔξεται ἡ νοῦσος, εἶτε μαραίνεται, εἴτε λύεται, εἴτε μεταπίπτει εἰς ἑτέρην νοῦσον. 38. Τοὺς τρωματίας λιμοκτονέειν, καὶ ἐκ τῆς κοιλίης ὑπάγειν τὰ ἐνεόντα, ἢ ὑποκλύζοντα, ἢ φάρμακον κάτω διδόντα, καὶ πίνειν ὕδωρ καὶ ὄξος, καὶ ῥοφεῖν. Τὰ φλεγμαίνοντα ψύχειν καταπλάσμασι· τὰ δὲ τοιαῦτα καταπλάσματα εἶναι ἢ τεῦτλα ἑφθὰ ἐν ὕδατι, ἢ σέλινον, ἢ ἐλαίης φύλλα, ἢ συκῆς φύλλα, ἢ ἀκτῆς φύλλα, ἢ βάτου, ἢ ῥοιῆς γλυκείης, ἑφθοῖσι μὲν τούτοισι χρῆσθαι· ὠμοῖσι δὲ ῥάμνου φύλλοισιν, ἢ ἄγνου, ἢ ἐλελισφάκου, ἢ τιθυμάλλου, ἢ γλήχωνα χλωρὴν, ἢ πράσα, ἢ σέλινα, ἢ κορίανον, ἢ ἰσάτιος φύλλα· ἢν δὲ μηδὲν τούτων ἔχῃς μήτε ἄλλο τι μηδὲν κατάπλασμα, ἄλφιτον φυρήσας ὕδατι ἢ οἴνῳ κατάπλασαι. Τοσοῦτον δὲ χρόνον καταπλάσματα τάδ’ ὠφελέει, ὁκόσον ἂν ψυχρότερα ᾖ ἢ τὸ ἕλκος· ὅταν δὲ ᾖ θερμότερα ἢ ὁμοίως θερμὰ, βλάπτει. Τὰ λιπαρὰ πρὸς τὰ φλεγμαίνοντα οὐ ξυμφέρει, οὐδὲ πρὸς τὸ ἀκάθαρτα, οὐδὲ πρὸς τὰ σηπόμενα· ἀλλὰ πρὸς μὲν τὰ φλεγμαίνοντα ξυμφέρει τὰ ψυχρὰ, πρὸς δὲ τὰ ἀκάθαρτα καὶ τὰ σηπόμενα τὰ δριμέα καὶ ὅσα δῆξίν τινα παρεχόμενα καθαίρει· ὅταν δὲ σαρκοφυῆσαι βούλῃ, τὰ λιπαρὰ καὶ τὰ θερμὰ μᾶλλον ξυμφέρει, πρὸς ταῦτα γὰρ ἡ σὰρξ θάλλει. 39. Ὁκόσοισιν ἄνθρωποι σιτίοισιν ἢ ποτοῖσιν ὑγιαίνοντες ἐς δίαιταν χρῶνται, ἐκ τούτων χρὴ τῶν παρεόντων χρῆσθαι πρὸς τοὺς νοσέοντας σκευάζοντα θερμὰ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρά· ἐκ μὲν ψυχρῶν θερμὰ, ἐκ δὲ θερμῶν μὴ θερμὰ, καὶ ξηρὰ ἐκ μὴ ξηρῶν, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν τρόπον. Ἀπορέειν δὲ οὐ χρὴ, οὐδὲ τοῖσι παρεοῦσι μὲν μὴ δύνασθαι, τὰ ἀπόντα δὲ ζητεῦντα μηδὲν ὠφελέειν τὸν κάμνοντα οἷόν τε εἶναι· εὑρήσεις δὲ, ἢν ὀρθῶς σκοπέῃς ἔξω τουτέων, οἷσι πρὸς τὸν νοσέοντα χρῶνται, ὀλίγα. 40. Ῥοφήματα δὲ ἐν τῇσι νούσοισιν ἁπάσῃσι διδόναι ἢ πτισάνην ἢ κέγχρον ἢ ἄλητον ἢ χόνδρον· τούτων ὁκόσα μὲν δίδως ἐς διαχώρησιν, λεπτὰ διδόναι καὶ διεφθότερα, καὶ γλυκύτερα ἢ ἁλυκώτερα ἢ θερμότερα· ὁκόσα δὲ ἐς ἰσχὺν ἢ ἀνακομιδὴν, παχύτερα καὶ λιπαρώτερα καὶ μετρίως ἑφθά. Ποτοῖσι δὲ χρῆσθαι, ἢν μὲν ὑπάγειν ἐθέλῃς τὴν κοιλίην καὶ τὴν κύστιν, γλυκὺν οἶνον ἢ μελίκρητον· ἢν δὲ στύφειν, αὐστηρὸν, λευκὸν, λεπτὸν, ὑδαρέα ἢν δὲ ἐς ἰσχὺν, αὐστηρὸν, μέλανα· ὁκόσοι τὸν οἶνον πίνουσιν ἀνηλεῶς, τούτοισι διδόναι, ἃ γέγραπται ἐν τῇ φαρμακίτιδι ποτὰ σκευαζόμενα.