31. Ποδάγρη δὲ βιαιότατον μὲν τῶν τοιούτων ἁπάντων ὁκόσα περὶ τὰ ἄρθρα, καὶ πολυχρονιώτατον, καὶ δυσαπαλλακτότατον· καὶ ἔστι μὲν ἡ νοῦσος αὕτη, τοῦ αἵματος ἐφθαρμένου τοῦ ἐν τοῖσι φλεβίοισιν ὑπὸ χολῆς καὶ φλέγματος· ὅσῳ δὲ ἐν λεπτοτάτοισί τε φλεβίοισι καὶ ἐν ἀνάγκῃ πεφυκόσι πλείστῃ τοῦ σώματος καὶ ἐν νεύροισι καὶ ὀστέοισι πολλοῖσί τε καὶ πυκνοῖσι, τοσούτῳ παραμονιμώτατόν τέ εστι τὸ νούσημα καὶ δυσαπαλλακτότατον. Ξυμφέρει δὲ καὶ ταύτῃ τὰ αὐτὰ, ἃ καὶ τῇ ἀρθρίτιδι· καὶ μακρὴ μὲν καὶ αὕτη ἡ νοῦσος καὶ ἐπίπονος, θανατώδης δὲ οὔ. Ἢν δὲ τοῖσι δακτύλοισι τοῖσι μεγάλοισιν ἡ ὀδύνη ἐγκαταλείπηται, καῦσαι τὰς φλέβας τοῦ δακτύλου ὑπὲρ τοῦ κονδύλου ὀλίγον, καίειν δὲ ὠμολίνῳ. 32. Ἴκτερον δὲ ὧδε χρὴ θεραπεύειν· ἔξωθεν μὲν τὸ σῶμα μαλθάσσειν λουτροῖσι θερμοῖσι, τὴν δὲ κοιλίην διυγραίνειν καὶ τὴν κύστιν, καὶ τῶν διουρητικῶν διδόναι, ἃ προγέγραπται· ἢν δὲ ἰσχυρὸς ᾖ, καθήρας τὴν κεφαλὴν, φάρμακον πίσαι κάτω, ὅ τι χολὴν καθαίρει, ἔπειτα δὲ τοῖσι διουρητικοῖσι χρῆσθαι· ἡ δὲ νοῦσος γίνεται, ὅταν χολὴ κινηθεῖσα ὑπὸ τὸ δέρμα τράπηται. 33. Ταῦτα δὲ ἐπιστάμενος ἀνὴρ ἰδιώτης οὐκ ἂν ὁμοίως ἐμπίπτοι ἐς ἀνήκεστα νουσήματα· καὶ γὰρ νουσήματα εἴωθεν ἀπὸ σμικρῶν προφασίων μεγάλα καὶ πολυχρόνια γίνεσθαι. Καὶ ὅσα μὲν σιτίων ἢ ποτῶν ἐχόμενά ἐστιν ἢ ῥοφημάτων ἢ φαρμάκων, ὅσα ὀδύνης εἵνεκα δίδοται, ἀκίνδυνά ἐστιν ἅπαντα προσφέρειν ἀεὶ, ἐὰν κατὰ τὰ γεγραμμένα προσφέρῃς· ὅσα δὲ καθαίρει τῶν φαρμάκων χολὴν ἢ φλέγμα, ἐν τούτοισιν οἱ κίνδυνοι γίνονται καὶ αἱ αἰτίαι τοῖσι θεραπεύουσι· φυλάσσεσθαι οὖν χρὴ ταῦτα μάλιστα. Ταῦτα μὲν ὅσα κατὰ κοιλίην γίνεται νουσήματα πλὴν περὶ ἐμπύων καὶ φθινόντων καὶ τῶν γυναικείων, ταῦτα δὲ χωρὶς γεγράψεται. 34. Φύματα ὅσα φύεται, πάντα ὑπὸ φλέγματος ἢ αἵματος φύεται· ὅταν δὲ ὑπὸ τρώματος ἢ πτώματος ἀθροισθῇ, ξυμφέρει δὴ τούτων, τὰ μὲν καταπλάσσοντα καὶ φάρμακα πιπίσκοντα διαχεῖν, τὰ δὲ καταπλάσσοντα πεπαίνειν· καὶ διαχέει μὲν τῶν καταπλασμάτων ὅσα θερμὰ ἐόντα ὑγραίνει, καὶ μὴ σπᾷ ἐς ἑωυτά· πεπαίνει δὲ ὅσα θερμαίνοντα ξυνάγει· ὅταν δὲ τμηθῇ, ἢ αὐτόματον ῥαγῇ, φαρμάκῳ ἀνακαθαίρειν τὸ ὑγρόν· ὅταν δὲ πυοῤῥοοῦντα παύσηται, ὡς ἕλκος ἰῆσθαι. 35. Λέπρη καὶ κνησμὸς καὶ ψώρη καὶ λειχῆνες καὶ ἀλφὸς καὶ ἀλώπεκες ὑπὸ φλέγματος γίνονται· ἔστι δὲ τὰ τοιαῦτα αἶσχος μᾶλλον ἢ νουσήματα· κηρίον καὶ χοιράδες καὶ φύγεθλα καὶ δοθιῆνες καὶ ἄνθραξ ὑπὸ φλέγματος φύεταί.