26. Τεινεσμὸς ὅταν λάβῃ, διαχωρέει αἷμα μέλαν καὶ μύξα, καὶ πόνος ἐν τῇ κάτω κοιλίῃ γίνεται, καὶ μάλιστα ὅταν ἐς ἄφοδον ἵζῃ· τούτου ξυμφέρει τὴν κοιλίην διυγραίνειν καὶ λιπαίνειν καὶ ἀλεαίνειν, καὶ ὑπάγειν τὰ ἐνεόντα, καὶ λούειν θερμῷ, πλὴν τῆς κεφαλῆς. Φιλέει δὲ ἡ νοῦσος αὕτη τὰ σιτία πλείω τελέειν· οἱ γὰρ στρόφοι κενουμένης τῆς κοιλίης ὑπὸ τοῦ αἵματος διεξιόντος καὶ τῆς μύξης καὶ προσπιπτόντων πρὸς τὸ ἔντερον γίνονται· ἐνόντων δὲ τῶν σιτίων, ἧσσον δῆξιν παρέχει τῷ ἐντέρῳ. Καὶ γίνεται μὲν ἀπὸ τῶν αὐτῶν, ὧν καὶ ἡ δυσεντερίη, ἀσθενεστέρη δὲ καὶ ὀλιγοχρονίη, καὶ οὐ θανατώδης. 27. Ὅταν δὲ ἐξ οἴνου ἢ εὐωχίης χολέρη λάβῃ ἢ διάῤῥοια, τῇ μὲν διαῤῥοίῃ ξυμφέρει διανηστεύειν, καὶ ἢν δίψος ἔχῃ, οἶνον διδόναι γλυκὺν, ἢ στέμφυλα γλυκέα, ἐς ἑσπέρην δὲ διδόναι ταῦτα, ἃ καὶ τοῖσιν ὑπὸ φαρμάκου κεκαθαρμένοισιν· ἢν δὲ μὴ παύηται, ἐθέλῃς δὲ παῦσαι, ἔμετον ἀπὸ σιτίου ἢ φακίου ποιῆσαι· καὶ παραχρῆμα ἀνέσπασται ἄνω ἡ κάτω ἄφοδος· καὶ ἢν διακλύσῃς χυλῷ φακῶν ἢ ἐρεβίνθων, καὶ οὕτω πεπαύσεται. Τῇ δὲ χολέρῃ ξυμφέρει, ἢν μὲν ὀδύνη ἔχῃ, διδόναι ἃ γέγραπται ἐν τοῖσι φαρμάκοισι παύοντα τὴν ὀδύνην, τὴν δὲ κοιλίην θεραπεύειν τήν τε ἄνω καὶ τὴν κάτω, διυγραίνοντα πόμασι, καὶ μαλάσσοντα τὸ σῶμα λουτροῖσι θερμοῖσι, πλὴν τῆς κεφαλῆς· καὶ ὅ τε ἔμετος οὕτως εὐπετέστερος γίνεται, ἢν ἐσίῃ τι ὑγρὸν, καὶ τὰ προσεστηκότα ἄνω ἀπεμέεται, καὶ ἡ κάτω ὑποχώρησις μᾶλλον διαχωρέει· ἢν δὲ κενὸς ᾖ, ἐμέεται βιαίως, καὶ ὑποχωρέει βιαιότερον· ἐς ἑσπέρην δὲ διδόναι καὶ τούτῳ, ὅσαπερ τῷ φαρμακοποτέοντι. Γίνεται δὲ ταῦτα τὰ ἀλγήματα, ὅσα ἐκ ποσίων γίνεται ἢ ἐξ εὐωχίης, ὅταν τὰ σιτία καὶ τὰ ποτὰ πλέω τοῦ εἰωθότος ἐς τὴν κοιλίην ἐσέλθῃ, καὶ τὰ ἔξωθεν εἰωθότα ὑπερθερμαίνειν τὸ σῶμα κινέῃ χολὴν καὶ φλέγμα. 28. Στραγγουρίης τρόποι μὲν πολλοὶ καὶ παντοῖοι· ξυμφέρει δὲ ἔξωθεν μὲν τὸ σῶμα μαλάσσειν λουτροῖσι θερμοῖσιν, ἔσωθεν δὲ διυγραίνειν τὴν μὲν κοιλίην σιτίοισιν ὑφ’ ὧν εὔροος ἔσται, τὴν δὲ κύστιν ποτοῖσιν ὑφ’ ὧν τὸ οὖρον ὡς πλεῖστον διαχεῖται· διδόναι δὲ καὶ τῶν διουρητικῶν φαρμάκων, ἃ γέγραπται ἐν τῇ φαρμακίτιδι παύοντα τῆς ὀδύνης. Ἡ δὲ νοῦσος ὑπὸ τοῦ φλέγματος γίνεται· καὶ ὅταν μὲν ἡ κύστις ξηρανθῇ, ἢ ψυχθῇ, ἢ κενωθῇ, ὀδύνην παρέχει· ὅταν δὲ ὑγρή τε καὶ πλήρης ᾖ καὶ κεχυμένη, ἧσσον· ἡ δὲ νοῦσος τοῖσι μὲν παλαιοτέροισι μακροτέρη γίνεται, τοῖσι δὲ νεωτέροισι βραχυτέρη, θανατώδης δὲ οὐδετέροισιν. 29. Ἰσχιὰς δὲ ὅταν γένηται, ὀδύνη λαμβάνει ἐς τὴν πρόσφυσιν τοῦ ἰσχίου καὶ ἐς ἄκρον τὸ πυγαῖον καὶ ἐς τὸν γλουτόν· τέλος δὲ καὶ διὰ παντὸς τοῦ σκέλεος πλανᾶται ἡ ὀδύνη. Τούτῳ ξυμφέρει, ὅταν ἡ ὀδύνη ἔχῃ, μαλάσσειν καθ’ ὁκοῖον ἂν τυγχάνῃ τοῦ σκέλεος στηρίζουσα ἡ ὀδύνη, ἐν λουτροῖσι καὶ χλιάσμασι καὶ πυρίῃσι, καὶ τὴν κοιλίην ὑπάγειν· ὅταν δὲ λωφήσῃ ἡ ὀδύνη, φάρμακον δοῦναι κάτω· καὶ μετὰ ταῦτα πιεῖν γάλα ὄνου ἑφθόν· διδόναι δὲ τῆς ὀδύνης ἃ γέγραπται παρὰ τοῖσι φαρμάκοισιν. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα ἐς τὴν αἱμόῤῥοον φλέβα καταστηρίξῃ, ἢ ἐξ ἑτέρης νούσου, ἢ ἄλλως, ὁκόσον ἂν τοῦ αἵματος ὑπὸ φλέγματος καὶ χολῆς νοσήσῃ ξυνεστηκός· τοῦτο γὰρ πλανᾶται ἀνὰ τὸ σκέλος διὰ τῆς φλεβὸς τῆς αἱμοῤῥόου καὶ ὅκου ἂν στῇ, ἡ ὀδύνη κατὰ τοῦτο ἔνδηλος μάλιστα γίνεται, ἡ δὲ νοῦσος μακρὴ γίνεται καὶ ἐπίπονος, θανατώδης δὲ οὔ· ἢν δὲ ἐς ἕν τι χωρίον καταστηρίξῃ ἡ ὀδύνη καὶ στῇ, καὶ τοῖσι φαρμάκοισι μὴ ἐξελαύνηται, καῦσαι καθ’ ὁκοῖον ἂν τόπον τυγχάνῃ ἐοῦσα ἡ ὀδύνη, καίειν δὲ τῷ ὠμολίνῳ. 30. Ἀρθρῖτις νοῦσος ὅταν ἔχῃ, λαμβάνει πῦρ, καὶ ὀδύνη τὰ ἄρθρα τοῦ σώματος λαμβάνει ὀξείη, καὶ ἐς ἄλλο τε καὶ ἄλλο τῶν ἄρθρων ὀξύτεραί τε καὶ μαλακώτεραι καταστηρίζουσιν αἱ ὀδύναι. Τούτῳ ξυμφέρει προσφέρειν, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ, ψύγματα, καὶ ἐκ τῆς κοιλίης ὑπάγειν τὰ ἐνεόντα κλύσμασιν ἢ βαλάνῳ, καὶ ῥοφᾶν διδόναι καὶ πιεῖν ὅ τι ἂν δοκέῃ σοι ξυνοῖσον· ὅταν δὲ ἡ ὀδύνη ἀνῇ, φάρμακον κάτω πίσαι, καὶ μετὰ τοῦτο πίνειν ὀῤῥὸν ἑφθὸν ἢ ὄνου γάλα. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς καὶ φλέγματος, ὅταν κινηθέντα ἐς τὰ ἄρθρα καταστηρίξῃ· καὶ ὀλιγοχρονίη μὲν γίνεται καὶ ὀξείη, θανατώδης δὲ οὔ· νεωτέροισι δὲ εἴωθε μᾶλλον ἢ γεραιτέροισι γίνεσθαι.