21. Εἰλεὸς ὅταν λάβῃ, ἡ γαστὴρ σκληρὴ γίνεται, καὶ διαχωρέει οὐδέν· καὶ ὀδύνη κατὰ πᾶσαν τὴν κοιλίην ἔχει, καὶ πυρετὸς, καὶ δίψα· ἐνίοτε δὲ ὑπὸ πόνου καὶ ἐμέει χολήν. Τοῦτον χρὴ διυγραίνειν καὶ ἔσωθεν καὶ ἔξωθεν, καὶ λούειν πολλῳ καὶ θερμῷ, καὶ πίνειν ὅσα τήν τε κοιλίην κινέει καὶ τὸ οὖρον ὑπάγει, καὶ ὑποκλύζειν ἢν δέχηται· ἢν δὲ μὴ δέχηται τὸ κλύσμα, αὐλίσκον προσδήσας πρὸς ποδεῶνα ἀσκίου, φυσήσας, ἐνιέναι τὴν φῦσαν πολλήν· καὶ ἐπειδὰν ἀρθῇ τὸ ἔντερον ὑπὸ τῆς φύσης καὶ ἡ γαστὴρ, ἐξελὼν τὸν αὐλίσκον, ἐνιέναι παραχρῆμα κλύσμα· καὶ ἢν δέξηται, ὑποχωρήσει καὶ ὑγιὴς ἔσται· ἢν δὲ μηδ’ οὕτω δέξηται τὸ κλύσμα, ἀποθνήσκει μάλιστα ἑβδομαῖος. Ἡ δὲ τοιαύτη νοῦσος γίνεται, ὅταν τῆς κόπρου ξυγκαυθῇ ἀθρόον ἐν τῷ ἐντέρῳ· περὶ τοῦτο περιίσταται φλέγμα, καὶ τὸ ἔντερον, ἅτε τούτων ἀθρόων ἐνεσκληκότων, περιοιδέει· καὶ οὔτε τῶν ἄνωθεν πινομένων φαρμάκων δέχεται, ἀλλὰ ἀνεμέει, οὔτε τῶν κάτωθεν προσφερομένων κλυσμάτων δέχεται· ἔστι δὲ τὸ νούσημα ὀξὺ καὶ ἐπικίνδυνον. 22. Ὕδερος δὲ γίνεται τὰ μὲν πλεῖστα, ὅταν τις ἐκ νούσου μακρῆς ἀκάθαρτος διαφέρηται πολὺν χρόνον· φθείρονται γὰρ αἱ σάρκες, καὶ τήκονται, καὶ γίνονται ὕδωρ· γίνεται δὲ ὕδρωψ καὶ ἀπὸ τοῦ σπληνὸς, ὅταν νοσήσῃ, καὶ ἀπὸ τοῦ ἥπατος, καὶ ἀπὸ λευκοῦ φλέγματος, καὶ ἀπὸ δυσεντερίης καὶ λειεντερίης. Καὶ ἢν μὲν ἐξ ἀκαθαρσίης γένηται ὕδρωψ, ἡ μὲν γαστὴρ ὕδατος πίμπλαται, οἱ δὲ πόδες καὶ αἱ κνῆμαι ἐπαίρονται, οἱ δὲ ὦμοι καὶ αἱ κληβδες καὶ τὰ στήθεα καὶ οἱ μηροὶ τήκονται. Τοῦτον ἢν ἀρχόμενον λάβῃς πρὸ τοῦ ὑπέρυδρον γενέσθαι, φάρμακα πιπίσκειν κάτω, ὑφ’ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται, χολὴν δὲ μὴ κινέειν, σιτίοισι δὲ καὶ ποτοῖσι καὶ πόνοισι καὶ περιπάτοισι διαιτᾷν, ὑφ’ ὧν ἰσχνὸς καὶ ξηρὸς ἔσται, καὶ αἱ σάρκες ὡς ἰσχυρόταται· ἡ δὲ νοῦσος θανατώδης, ἄλλως τε καὶ ἢν φθῇ ἡ γαστὴρ μεστωθεῖσα ὕδατος. Ὅταν δὲ ἀπὸ σπληνὸς, ἢ ἥπατος, ἢ λευκοῦ φλέγματος, ἢ δυσεντερίης ἐς ὕδρωπα μεταστῇ, θεραπεύειν μὲν τοῖσιν αὐτοῖσι ξυμφέρει· διαφεύγουσι δὲ οὐ μάλα· τῶν γὰρ νουσημάτων ὅ τι ἂν ἕτερον ἐφ’ ἑτέρῳ γένηται, ὡς τὰ πολλὰ ἀποκτείνει· ὅταν γὰρ ἀσθενεῖ τῷ σώματι ὄντι ὑπὸ τῆς παρούσης νούσου ἑτέρην νοῦσος ἐπιγένηται, προαπόλλυται ὑπὸ ἀσθενείης, πρὶν ἢ τὴν ἑτέρην νοῦσον τὴν ὑστέρην γενομένην τελευτῆσαι. Τὸ δὲ ὕδωρ γίνεται οὕτως· ἐπειδὰν αἱ σάρκες ὑπὸ φλέγματος καὶ χρόνου καὶ νούσου καὶ ἀκαθαρσίης καὶ κακοθεραπείης καὶ πυρετῶν διαφθαρῶσι, τήκονται καὶ γίνονται ὕδωρ· καὶ ἡ μὲν κοιλίη οὐ διαδιδοῖ τὸ ὕδωρ ἐς ἑωυτὴν, κύκλῳ δὲ περὶ αὐτὴν γίνεται. Ἢν μὲν οὖν ὑπὸ τῶν φαρμάκων καὶ τῆς ἄλλης διαίτης ὠφελέηται, καὶ ἡ γαστὴρ λαπάσσεται αὐτοῦ· ἢν δὲ μὴ, ταμὼν ἀφεῖναι τοῦ ὕδατος· τάμνεται δὲ ἢ παρὰ τὸν ὀμφαλὸν, ἢ ὄπισθεν κατὰ τὴν λαγόνα· διαφεύγουσι δὲ καὶ ἐντεῦθεν ὀλίγοι. 23. Δυσεντερίη ὅταν ἔχῃ, ὀδύνη ἔχει κατὰ πᾶσαν τὴν κοιλίην, καὶ στρόφος, καὶ διαχωρέει χολήν τε καὶ φλέγμα, καὶ αἷμα ξυγκεκαυμένον. Τούτου καθήρας τὴν κεφαλὴν, φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ διανίψας, τὸ ἄλλο σῶμα θεραπεύειν· καὶ ἢν μὲν ἄπυρος ᾖ, τὴν μὲν κοιλίην λιπαροῖσι καὶ πίοσι καὶ γλυκέσι καὶ ὑγροῖσιν ὑπάγειν αἰεὶ τὰ ἐνεόντα, καὶ λούειν πολλῷ καὶ θερμῷ τὰ κάτω τοῦ ὀμφαλοῦ, ἢν ὀδύνη ἔχῃ· τὰ δὲ πόματα καὶ τὰ ῥοφήματα καὶ τὰ σιτία προσφέρειν κατὰ τὰ γεγραμμένα ἐν τῇ φαρμακίτιδι. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα καταστηρίξῃ ἐς τὰς φλέβας καὶ τὴν κοιλίην· νοσέει μὲν τὸ αἷμα καὶ διαχωρέει ἐφθαρμένον, νοσέει δὲ καὶ τὸ ἔντερον καὶ ξύεται καὶ ἑλκοῦται. Γίνεται δὲ αὕτη ἡ νοῦσος καὶ μακρὴ καὶ πολύπονος καὶ θανατώδης· καὶ ἢν μὲν ἔτι τοῦ σώματος ἰσχύοντος θεραπεύηται, ἐλπὶς διαφυγεῖν· ἢν δὲ ἤδη ἐκτετηκότος καὶ τῆς κοιλίης παντάπασιν ἡλκωμένης, ζωῆς οὐδεμία ἐλπίς. 24. Λειεντερίη· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρά· ὀδύνη δὲ οὐκ ἔνι· λεπτύνεται δὲ τὸ σῶμα· τοῦτον θεραπεύειν τοῖσιν αὐτοῖσιν, οἷσι τοὺς ὑπὸ δυσεντερίης ἐχομένους. Ἡ δὲ νοῦσος γίνεται, ὅταν ἐκ τῆς κεφαλῆς καὶ τῆς ἄνω κοιλίης κατάῤῥοος γένηται τοῦ φλέγματος ἐς τὴν κάτω κοιλίην· ὅταν δὲ τοῦτο ᾖ, τὰ σιτία ὑπ’ αὐτοῦ ψύχεται, καὶ ὑγραίνεται, καὶ ἡ ἄφοδος αὐτῶν ἀσήπτων ταχείη γίνεται, καὶ τὸ σῶμα τήκεται, ἅμα μὲν οὐ πεσσομένων τῶν σιτίων ἐν τῇ κοιλίῃ χρόνον ἱκανὸν, ἅμα δὲ ὑπὸ τῆς κοιλίης θερμῆς ἐούσης παρὰ φύσιν θερμαινομένων. 25. Διάῤῥοια δὲ ἡ μακρὴ ὅταν ἔχῃ, διαχωρέει πρῶτον μὲν τὰ ἐσιόντα ὑγρὰ, ἔπειτα φλέγμα· καὶ ἐσθίει μὲν ἐπιεικῶς, ὑπὸ δὲ τῆς πολλῆς διαχωρήσιος ἀσθενὴς καὶ λεπτὸς γίνεται. Τοῦτον ἄνω ἀποξηραίνειν ἐλλέβορον πιπίσκων καὶ τὴν κεφαλὴν καθαίρων φλέγμα, διανίψαι δὲ καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ, ἔπειτα τἄλλα σιτίοισι καὶ ποτοῖσι θεραπεύειν, ὑφ’ ὧν ξηρανεῖται ἥ τε κοιλίη καὶ τὸ σῶμα πᾶν· ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτῶν γίνεται, ἀφ’ ὧν καὶ ἡ λειεντερίη. Αὗται αἱ νοῦσοι, ἥ τε δυσεντερίη καὶ ἡ λειεντερίη καὶ διάῤῥοια, παραπλήσιαί εἰσι, καὶ δεῖ αὐτὰς οὕτως ἰῆσθαι· τὸν μὲν κατάῤῥοον ἀπολαμβάνειν τὸν ἀπὸ τῆς κεφαλῆς καὶ τῆς ἄνω κοιλίης, ἢ ἀποτρέπειν· τοῦ γὰρ νουσήματος ἡ φύσις ἐντεῦθεν γίνεται, καὶ οὐδεὶς οὐδέν σου μέμψεται τὴν διάνοιαν· σχεδὸν δὲ καὶ τἄλλα νουσήματα ὧδε δεῖ σκοπεῖν, ὁκόθεν ἑκάστῳ ἡ φύσις γίνεται· καὶ οὕτω σκοπῶν καὶ λαμβάνων τὴν ἀρχὴν τῶν νουσημάτων ἥκιστ’ ἂν ἁμαρτάνοις.