16. Ὁκόσαι δὲ ὀδύναι ἐξαπίνης γίνονται ἐν τῷ σώματι ἄνευ πυρετοῦ, ξυμφέρει λούειν πολλῷ καὶ θερμῷ, καὶ χλιαίνειν· τὸ γὰρ φλέγμα καὶ ἡ χολὴ ξυνεστηκότα μὲν ἰσχυρά ἐστι, καὶ κρατέει καθ’ ὁκοῖον ἂν τοῦ σώματος στῇ, καὶ πόνον τε καὶ ὀδύνην ἰσχυρὴν παρέχει, διακεχυμένα δὲ ἀσθενέστερά ἐστι καθ’ ὃ ἂν εὔδηλα ᾖ τοῦ σώματος. 17. Τὰ δὲ νουσήματα, ὅσα τοῦ θέρεος γίνεται, εἴωθε γίνεσθαι οὕτως· ὅταν τὸ σῶμα ὑπὸ τοῦ ἡλίου θαλφθῇ, ὑγραίνεται· ὑγραινόμενον δὲ νοσέει, ἢ πᾶν, ἢ ἐς ὅ τι ἂν καταστηρίξῃ τὸ φλέγμα καὶ ἡ χολή. Ἢν μὲν οὖν τις αὐτὰ ἀρχόμενα θεραπεύῃ, οὔτε μακρὰ γίνεται, οὔτε ἐπικίνδυνα· ἢν δὲ μὴ θεραπεύῃ, ἢ κακῶς θεραπεύῃ, φιλέει καὶ μακρότερα γίνεσθαι, πολλάκις δὲ καὶ κτείνει. 18. Καὶ τριταῖοι δὲ καὶ τεταρταῖοι πυρετοὶ ἐκ τῶν αὐτῶν γίνεσθαι πεφύκασιν· αὕτη ἡ κατάστασις τῶν νουσημάτων μάλιστα μὲν τοῦ θέρεος γίνεται, ἐνίοισι δὲ καὶ τοῦ χειμῶνος. Τριταῖος δὲ πυρετὸς ὅταν ἔχῃ, ἢν μέν σοι δοκέῃ ἀκάθαρτος εἶναι, τῇ τετάρτῃ φάρμακον δοῦναι· ἢν δὲ μή σοι δοκέῃ φαρμάκου δεῖσθαι, διδόναι φάρμακα ποτὰ, οἷσιν μεταστήσεται ὁ πυρετὸς ἢ ἀπολείψει, διδόναι δὲ ὥσπερ γέγραπται ἐν τοῖσι φαρμάκοισι· καὶ τῇ μὲν λήψει ῥοφήματι καὶ ποτῷ διαιτᾷν, ταῖς δὲ διὰ μέσου, σιτίοισι διαχωρητικοῖσι. Λαμβάνει δ’ ὡς ἐπὶ τὸ πουλὺ οὐκ ἐπὶ πλεῖστον· ἢν δὲ μὴ θεραπεύηται, ἐθέλει μεθίστασθαι ἐς τεταρταῖον καὶ γίνεσθαι πουλυχρόνιος. Ἢν δὲ τεταρταῖος λαμβάνῃ, ἢν μὲν ἀκάθαρτος ᾖ, καθαίρειν πρῶτον μὲν τὴν κεφαλήν· καὶ διαλιπὼν τρεῖς ἢ τέσσαρας ἡμέρας, φάρμακον διδόναι ἄνω κατ’ αὐτὴν τὴν λῆψιν· διαλιπὼν δὲ κάτω δοῦναι ἕτερον ἐν αὐτῇ τῇ λήψει· ἢν δὲ πρὸς ταῦτα μὴ παύηται, διαλιπὼν πάλιν, λούσας πολλῷ καὶ θερμῷ, δοῦναι τῶν φαρμάκων ἃ γέγραπται· ποτήμασι δὲ καὶ ῥοφήμασι καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὥσπερ ἐπὶ τοῦ τριταίου· λαμβάνει δὲ οὗτος ὁ πυρετὸς τοὺς μὲν πλείστους πουλὺν χρόνον, τοὺς δὲ καὶ ὀλίγον· καὶ γίνεται μὲν ὁ τριταῖος καὶ ὁ τεταρταῖος ὑπὸ χολῆς καὶ φλέγματος· διότι δὲ ὁ τριταῖος καὶ ὁ τεταρταῖος ἑτέρωθί μοι γέγραπται. Δύναμιν δὲ ἔχει τούτων τῶν πυρετῶν τὰ φάρμακα πινόμενα, ὥστε τὸ σῶμα κατὰ χώρην εἶναι ἐν τῇ ἐωθυίῃ θερμότητί τε καὶ ψυχρότητι, καὶ μήτε θερμαίνεσθαι παρὰ φύσιν μήτε ψύχεσθαι· διδόναι δὲ, ὡς ἐν τῇ φαρμακίτιδι γέγραπται. 19. Φλέγμα λευκὸν ὅταν ἔχῃ, τὸ σῶμα οἰδέει πᾶν λευκῷ οἰδήματι, καὶ τῆς αὐτῆς ἡμέρης τοτὲ μὲν δοκέει ῥᾴων εἶναι, τοτὲ δὲ φλαυρότερος, καὶ τὸ οἴδημα ἄλλοτε ἄλλῃ τοῦ σώματος μέζον τε καὶ ἔλασσον γίνεται· τούτῳ φάρμακα διδόναι κάτω, ὑφ’ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται· διαιτᾷν δὲ σιτίοισι καὶ ποτοῖσι καὶ πόνοισιν, ὑφ’ ὧν ὡς ξηρότατος ἔσται καὶ ἰσχνότατος. Ἡ δὲ νοῦσος αὕτη γίνεται ἀπὸ φλέγματος, ὅταν τις ἐκ πυρετῶν πολυχρονίων φλεγματώδης ὢν ἀκάθαρτος γένηται, τρέπηταί τε τὸ φλέγμα αὐτοῦ ἀνὰ τὰς σάρκας· καὶ λευκότερον μὲν οὐδὲν τοῦτο τοῦ ἄλλου φλέγματος, ὁ δὲ χρὼς φαίνεται λευκότερος· τὸ γὰρ αἷμα ὑπὸ πλήθους τοῦ φλέγματος ὑδαρέστερον γίνεται, καὶ οὐκ ἔνι ὁμοίως ἐν αὐτῷ τὸ εὔχροον, καὶ διὰ τοῦτο λευκότεροί τε φαίνονται, καὶ καλέεται ἡ νοῦσος φλέγμα λευκόν. Ἢν μὲν οὖν θεραπευθῇ ἀρχομένης τῆς νούσου, ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἐς ὕδρωπα μεθίσταται ἡ νοῦσος, καὶ διέφθειρε τὸν ἄνθρωπον. 20. Ὁκόσοι δὲ σπλῆνα ἔχουσι μέγαν, ὅσοι μέν εἰσι χολώδεες, κακόχροοί τε γίνονται καὶ κακελκέες καὶ δυσώδεες ἐκ τοῦ στόματος καὶ λεπτοί· καὶ ὁ σπλὴν σκληρὸς, καὶ αἰεὶ παραπλήσιος τὸ μέγεθος· καὶ τὰ σιτία οὐ διαχωρέει· ὁκόσοι δὲ φλεγματίαι, ταῦτά τε ἧσσον πάσχουσι, καὶ ὁ σπλὴν ἄλλοτε μέζων γίνεται, ἄλλοτε δὲ ἐλάσσων. Τούτοισι δὲ ξυμφέρει, ἢν μὲν ἀκάθαρτοι φαίνωνται, καθαίρειν καὶ τὴν κεφαλὴν καὶ τὸ ἄλλο σῶμα· ἢν δὲ μὴ δέωνται φαρμακείης, διαιτᾷν, τοῖσι μὲν φλεγματώδεσι ξηραίνοντα τὸ σῶμα καὶ ἰσχναίνοντα σιτίοισι καὶ ποτοῖσι καὶ ἐμέτοισι καὶ γυμνασίοισιν ὡς πλείστοισι καὶ περιπάτοισι· καὶ τοῦ ἦρος ἐλλεβόρῳ καθαίρειν ἄνω· ὁκόσοι δὲ χολώδεες, ξυμφέρει διυγραίνοντα τῇ διαίτῃ ὑπάγειν τὴν κοιλίην καὶ τὴν κύστιν, καὶ τὴν φλέβα τὴν σπληνῖτιν ἀφιέναι πυκνά· καὶ τοῖσι διουρητικοῖσι φαρμάκοισι χρῆσθαι, ἃ γέγραπται μαλθάσσειν τὸν σπλῆνα, καὶ καθαίρειν ἔτεος ὥρῃ, καὶ τοῦτο χολήν. Ἔνιοι δὲ τῶν σπληνιώντων ὑπὸ μὲν τῶν φαρμάκων πίνοντες οὐκ ὠφελέονται, οὐδ’ ὑπὸ τῆς ἄλλης θεραπείης, οὐδὲ ἰσχνότερος οὐδὲν γίνεται αὐτῶν ὁ σπλὴν, ἀλλὰ κρατέεται τὰ προσφερόμενα ὑπὸ τοῦ μεγέθεος τῆς νούσου· προϊόντος δὲ τοῦ χρόνου ἐνίοισι μὲν ἐς ὕδρωπα περιίσταται ἡ νοῦσος, καὶ διεφθάρησαν· ἐνίοισι δὲ ἐκπυΐσκεται, καὶ καυθέντες ὑγιέες γίνονται· ἐνίοισι δὲ καὶ ξυγκαταγηράσκει σκληρός τε ἐὼν καὶ μέγας. Τὸ δὲ νούσημα γίνεται, ὅταν ἐκ πυρετῶν καὶ κακοθεραπείης χολὴ ἢ φλέγμα ἢ καὶ ἀμφότερα ἐς τὸν σπλῆνα καταστηρίξῃ, καὶ πολυχρόνιον μέν ἐστι τὸ πάθος, θανατῶδες δὲ οὔ. Τῶν δὲ φαρμάκων ὅσα δίδοται τοῦ σπληνὸς, τὰ μὲν διὰ τῆς κύστιος καθαίρει καὶ ποιέει λαπαρώτερον, τὰ δὲ καθαίρει μὲν οὔτε διὰ τῆς κύστιος οὐδὲν ὅ τι καὶ φανερὸν οὔτ’ ἄλλῃ οὐδαμῆ, λαπάσσει δὲ τὸν σπλῆνα.