11. Καῦσος δὲ ὅταν ἔχῃ, πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρή· καὶ ἡ γλῶσσα τρηχέη καὶ μέλαινα γίνεται τοῦ πνεύματος ὑπό γε θερμότητος, καὶ τὸ χρῶμα ὑπόχολον γίνεται, καὶ τὰ ὑπιόντα χολώδεα, καὶ τὰ μὲν ἔξω ψυχρὸς γίνεται, τὰ δ’ ἔσω θερμός. Τούτῳ ξυμφέρει ψύγματα προσφέρειν, καὶ πρὸς τὴν κοιλίην, καὶ ἔξωθεν πρὸς τὸ σῶμα, φυλασσόμενον μὴ φρίξῃ· καὶ τά τε πόματα καὶ τὰ ῥοφήματα διδόναι πυκνὰ καὶ κατ’ ὀλίγον ὡς ψυχρότατα, τὴν δὲ κοιλίην θεραπεύειν, κἢν μὲν μὴ ὑποχωρέῃ τὰ ἐνεόντα, κλύσαι· ψύχειν δὲ κλύσμασιν ὡς ψυχροτάτοισιν ἢ ὁσημέραι ἢ διὰ τρίτης. Ἡ δὲ νοῦσος αὕτη γίνεται ὑπὸ χολῆς, ὅταν κινηθεῖσα ἐντὸς τοῦ σώματος καταστηρίξῃ· φιλέει δὲ καὶ ἐς περιπλευμονίην μεθίστασθαι· κρίνεται δὲ ἡ μὲν βραχυτάτη ἐνάτῃ, ἡ δὲ μακροτάτη τεσσαρεσκαιδεκάτῃ· καὶ ἢν μὲν μεταστῇ ἐς περιπλευμονίην, ὀλίγοι διαφεύγουσιν· ἢν δὲ μὴ μεταστῇ, διαφεύγουσι πολλοί· αὗται μὲν οὖν ὀξεῖαι καλέονται, καὶ δεῖ ταύτας οὕτω θεραπεύειν. 12. Ὁκόσοι δὲ ἄλλοι τοῦ χειμῶνος πυρετοὶ γίνονται, εἴτε ἐξ οἴνου, εἴτε ἐκ κόπου, εἴτε ἐξ ἄλλου τινὸς, φυλάσσεσθαι χρή· μεθίστανται γὰρ ἐνίοτε ἐς τὰς ὀξείας νούσους. Ἡ δὲ μετάστασις αὐτῶν τοιαύτη γίνεται· ὅταν, τῶν δύο κεκινημένων τοῦ φλέγματός τε καὶ τῆς χολῆς, μὴ τὰ ξυμφέροντα προσφέρηται τῷ σώματι, συστρεφόμενα αὐτὰ πρὸς, ἑωυτὰ τό τε φλέγμα καὶ ἡ χολὴ προσπίπτει τοῦ σώματος ᾗ ἂν τύχῃ, καὶ γίνεται ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ περιπλευμονίη· φυλάσσεσθαι οὖν χρὴ τοὺς πυρετοὺς τοὺς ἐν τῷ χειμῶνι· ἡ δὲ φυλακὴ ἔστω ἡσυχίη καὶ ἰσχνασίη καὶ τῆς κοιλίης κένωσις· ῥοφήμασι δὲ καὶ πόμασι διάγειν, ἕως ἂν ὁ πυρετὸς μειωθῇ. 13. Τῶν νούσων σχεδόν τι μάλιστα αἱ ὀξεῖαι καὶ ἀποκτείνουσι καὶ ἐπιπονώταταί εἰσι, καὶ δεῖ πρὸς αὐτὰς φυλακῆς τε πλείστης καὶ θεραπείης ἀκριβεστάτης, καὶ ἀπὸ τοῦ θεραπεύοντος κακὸν μὲν μηδὲν προσγίνεσθαι, ἀλλ’ ἀρκέειν τὰ ἀπ’ αὐτῶν τῶν νουσημάτων ὑπάρχοντα, ἀγαθὸν δὲ ὅ τι ἂν οἷός τε ᾖ· καὶ ἢν μὲν, ὀρθῶς θεραπεύοντος τοῦ ἰητροῦ, ὑπὸ μεγέθεος τῆς νούσου κρατέηται ὁ κάμνων, οὐχὶ τοῦ ἰητροῦ αὕτη ἡ ἁμαρτίη ἐστίν· ἢν δὲ, μὴ θεραπεύοντος ὀρθῶς ἢ μὴ γινώσκοντος, ὑπὸ τῆς νούσου κρατέηται, τοῦ ἰητροῦ. 14. Τοῦ δὲ θέρεος τάδε γίνεται· πυρετὸς ἴσχει ἰσχυρὸς καὶ δίψα, καὶ ἐμέουσιν ἔνιοι χολήν· ἐνίοισι δὲ καὶ κάτω διαχωρέει· τούτοισι δὲ πίνειν διδόναι καὶ ῥοφεῖν, ὅ τι ἄν σοι δοκέῃ ἐπιτήδειον εἶναι· ἢν δὲ προσίστηται πρὸς τὴν καρδίην χολὴ ἢ φλέγμα, ἐπιπίνοντες ὕδωρ ψυχρὸν ἢ μελίκρητον, ἐμούντων· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, κλύσματι χρῆσθαι ἢ βαλάνῳ. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς· ἀπαλλάσσονται δὲ μάλιστα ἑβδομαῖοι ἢ ἐναταῖοι. Ἢν δὲ τοῦ πυρετοῦ ἔχοντος μὴ καθαίρωνται μήτε κάτω μήτε ἄνω, πόνος δὲ ἐνῇ καθ’ ἅπαν τὸ σῶμα, ὅταν ᾖ τριταῖος ἢ τεταρταῖος, φαρμάκῳ ὑποκαθῆραι ἐλαφρῷ κάτω, ἢ πόματι· ποιέειν δὲ ῥόφημα ἀπὸ κέγχρου ἢ ἀλήτου, καὶ πόμασι τοῖσιν αὐτοῖσι θεραπεύειν· πάσχουσι δὲ καὶ ταῦτα ὑπὸ χολῆς. Ἢν δὲ τὰ μὲν ἔξω μὴ πυρώδης ᾖ σφόδρα, τὰ δ’ ἔσω, καὶ ἡ γλῶσσα τρηχέη καὶ μέλαινα γίνηται, καὶ οἱ πόδες καὶ αἱ χεῖρες ἄκραι ψυχραὶ, τούτῳ φάρμακον μὲν μὴ διδόναι, θεραπεύειν δὲ προσφέρων ψύγματα καὶ πρὸς τὴν κοιλίην καὶ πρὸς τὸ ἄλλο σῶμα. Καλέεται δὲ καυσώδης ὁ πυρετὸς οὗτος· κρίνεται δὲ μάλιστα δεκαταῖος, καὶ ἑνδεκαταῖος, καὶ τεσσαρεσκαιδεκαταῖος. Ἢν δὲ τὸ πῦρ λαμβάνῃ καὶ μεθίῃ, τοῦ δὲ σώματος βάρος αὐτὸν ἔχῃ, τοῦτον, ἕως μὲν ἂν τὸ πῦρ ἔχῃ, ῥοφήμασι καὶ πόμασι θεραπεύειν· ὅταν δὲ μὴ ἔχῃ, διδόναι καὶ σιτία· καθῆραι δὲ ὡς τάχιστα φαρμάκῳ, ἤν τε ἄνω δοκέῃ σοι δεῖσθαι, ἤν τε κάτω. 15. Ἢν δὲ πυρετὸς μὲν μὴ ἔχῃ, τὸ δὲ στόμα πικρὸν ἔχῃ, καὶ τὸ σῶμα βαρύνηται, καὶ ἀσιτέῃ, φάρμακον διδόναι· πάσχει δὲ ταῦτα ὑπὸ χολῆς, ὅταν ἐς τὰς φλέβας καὶ τὰ ἄρθρα καταστηρίξῃ. Ὁκόσαι δὲ ἄλλαι ὀδύναι ἐν τῷ θέρει κατὰ τὴν κοιλίην γίνονται, ὁκόσαι μὲν πρὸς τὰ ὑποχόνδρια καὶ τὴν καρδίην, μελίκρητον ὑδαρὲς ποιέων, ὅσον τρεῖς κοτύλας, ὄξος παραχέας, δὸς πιεῖν χλιερόν· καὶ ἐπισχὼν ὀλίγον χρόνον, καὶ ξυνθαλφθεὶς πυρὶ καὶ ἱματίοισιν, ἐμείτω· ἢν δὲ ἀπεμέσαντι αὖθις προσιστῆται καὶ πνίγῃ, αὖθις ἔμετον ποιείσθω· ἢ λούσας αὐτὸν πολλῷ καὶ θερμῷ, ὑποκλύσαι, καὶ χλιάσματα προστιθέναι, ἐὰν ἡ ὀδύνη ἔχῃ· πάσχουσι δὲ ταῦτα μάλιστα ὑπὸ τοῦ φλέγματος, ὅταν κινηθὲν προσπέσῃ πρὸς τὴν καρδίην· δίδοναι δὲ τοῖσι τὰ τοιαῦτα ἀλγήματα ἀλγέουσι, καὶ τῶν φαρμάκων ἃ γέγραπται τῆς ὀδυνης παύοντα ἐν τῇ φαρμακίτιδι. Ἢν δὲ μεθιστῆται ἡ ὀδύνη ἄλλοτε ἄλλῃ τῆς κοιλίης, καὶ ἀπύρετος ᾖ, λούειν πολλῷ καὶ θερμῷ, καὶ πίνειν διδόναι τῆς ὀδύνης εἵνεκα, ἃ ἐν τῇ πλευρίτιδι γέγραπται, ἢ τῶν ἄλλων ὅ τι ἄν σοι δοκέῃ· ἢν δὲ μὴ ἀπαλλάσσηται τῆς ὀδύνης, ὑποκαθῆραι φαρμάκῳ κάτω, σιτίων δὲ ἀπέχεσθαι, ἕως ἂν ἡ ὀδύνη ἔχῃ· τὰ δὲ τοιαῦτα ἀλγήματα ὅσα οὕτως πλανᾶται, ὑπὸ χολῆς γίνεται. Ὅσαι δὲ κάτωθεν τοῦ ὀμφαλοῦ ὀδύναι γίνονται, ὑποκλύσαι μαλακῷ κλύσματι· ἢν δὲ μὴ παύηται, φάρμακον δοῦναι κάτω.