ΠΕΡΙ ΠΑΘΩΝ. 1. Ἄνδρα χρὴ, ὅστις ἐστὶ συνετὸς, λογισάμενον ὅτὶ τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἀπὸ τῆς ἑωυτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι· ἐπίστασθαι δὲ τὰ ὑπὸ τῶν ἰητρῶν καὶ λεγόμενα καὶ προσφερόμενα πρὸς τὸ σῶμα τὸ ἑωυτοῦ καὶ διαγινώσκειν· ἐπίστασθαι δὲ τούτων ἕκαστα, ἐς ὅσον εἰκὸς ἰδιώτην. Ταῦτ’ οὖν ἐπίσταιτο ἄν τις μάλιστα εἰδὼς καὶ ἐπιτηδεύων τάδε· νουσήματα τοῖσιν ἀνθρώποισι γίνεται ἅπαντα ὑπὸ χολῆς καὶ φλέγματος· ἡ δὲ χολὴ καὶ τὸ φλέγμα τὰς νούσους παρέχει, ὅταν ἐν τῷ σώματι ἢ ὑπερξηραίνηται, ἢ ὑπερυγραίνηται, ἢ ὑπερθερμαίνη· ται, ἢ ὑπερψύχηται. Πάσχει δὲ ταῦτα τὸ φλέγμα καὶ ἡ χολὴ καὶ ἀπὸ σιτίων καὶ ποτῶν, καὶ ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ἀπὸ ὀσμῆς καὶ ἀκοῆς καὶ ὄψιος καὶ λαγνείης, καὶ ἀπὸ τοῦ θερμοῦ τε καὶ ψυχροῦ· πάσχει δὲ, ὅταν τούτων ἕκαστα τῶν εἰρημένων ἢ μὴ ἐν τῷ δέοντι προσφέρηται τῷ σώματι, ἢ μὴ τὰ εἰωθότα, ἢ πλείω τε καὶ ἰσχυρότερα, ἢ ἐλάσσω τε καὶ ἀσθενέστερα. Τὰ μὲν οὖν νουσήματα γίνεται τοῖσιν ἀνθρώποισιν ἅπαντα ἀπὸ τουτέων. Δεῖ δὲ πρὸς ταῦτα τὸν ἰδιώτην ἐπίστασθαι, ὁκόσα εἰκὸς γινώσκειν ἰδιώτην· ὅσα δὲ τοὺς χειροτέχνας εἰκὸς ἐπίστασθαι καὶ προσφέρειν καὶ διαχειρίζειν, περὶ δὲ τούτων καὶ τῶν λεγομένων καὶ τῶν ποιευμένων οἷόν τε εἶναι τὸν ἰδιώτην γνώμῃ τινὶ ξυμβάλλεσθαι. Ἤδη οὖν τούτων ὁπόθεν ἕκαστα δεῖ τὸν ἰδιώτην ἐπίστασθαι, ἐγὼ φράσω. 2. Ἢν ἐς τὴν κεφαλὴν ὀδύναι ἐμπέσωσι, τούτου τὴν κεφαλὴν ξυμφέρει διαθερμαίνειν λούοντα πολλῷ θερμῷ, καὶ πταρμὸν ποιέοντα φλέγμα καὶ μύξας ὑπεξάγειν· καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκεῖ ταῦτα· ἢν δὲ μὴ ἀπαλλάσσηται, καθῆραι τὴν κεφαλὴν φλέγμα, διαιτᾷν δὲ ῥοφήματι καὶ ποτῷ ὕδατι, οἶνον δὲ μὴ προσφέρειν, ἔστ’ ἂν ἡ περιωδυνίη παύσηται· τὸν γὰρ οἶνον ὅταν θερμὴ ἐοῦσα ἡ κεφαλὴ σπάσῃ, ἡ περιωδυνίη ἰσχυροτέρη γίνεται. Τὰ δὲ ἀλγήματα ἐσπίπτει ὑπὸ τοῦ φλέγματος, ὅταν ἐν τῇ κεφαλῇ κινηθὲν ἀθροισθῇ· ἢν δὲ ἄλλοτε καὶ ἄλλοτε ὀδύνη καὶ σκοτοδινίη ἐμπίπτῃ ἐς τὴν κεφαλὴν, ὠφελέει μὲν καὶ ταῦτα προσφερόμενα· ὠφελέει δὲ, καὶ ἢν αἷμα ἀφαιρεθῇ ἀπὸ τῶν μυκτήρων, ἢ ἀπὸ τῆς φλεβὸς τῆς ἐν τῷ μετώπῳ· ἢν δὲ πουλυχρόνιον καὶ ἰσχυρὸν τὸ νούσημα ἐν τῇ κεφαλῇ γίνηται, καὶ μὴ ἀπαλλάσσηται, καθαρθείσης τῆς κεφαλῆς, ἢ σχάσαι δεῖ τούτου τὴν κεφαλὴν, ἢ τὰς φλέβας κύκλῳ ἀποκαῦσαι· τῶν γὰρ λοιπῶν ἀπὸ τούτων μοῦνον ἐλπὶς ὑγιέα γενέσθαι. 3. Τοὺς νοσέοντας χρὴ σκοπεῖν εὐθὺς ἀρχομένους ἐν τῇ καταστάσει τῶν νουσημάτων, ὅτου ἂν δέωνται, καὶ οἵους τε ὄντας φαρμακευθῆναι, καὶ ἄλλο ὅπερ ἄν τις θέλῃ προσενέγκαι· ἢν δὲ, τὴν ἀρχὴν παρεὶς, τελευτώσης τῆς νούσου προσφέρῃς, ἐν ἀπειρηκότι ἤδη τῷ σώματι, εἰ δεῖ ἓν ἰσχυρόν τι προσενέγκαι, κίνδυνος ἁμαρτάνειν μᾶλλον ἢ ἐπιτυγχάνειν. 4. Ἢν ἐς τὰ ὦτα ὀδύνη ἐμπέσῃ, λούειν ξυμφέρει πολλῷ θερμῷ, καὶ πυριῇν τὰ ὦτα· καὶ ἢν μὲν πρὸς ταῦτα περιίστηται τὸ φλέγμα λεπτυνόμενον ἀπὸ τῆς κεφαλῆς, καὶ ἡ ὀδύνη ἀπολείπῃ, ἀρκέει ταῦτα· ἢν δὲ μὴ, τῶν λοιπῶν ἄριστον φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, ἢ τὴν κεφαλὴν καθῆραι, ᾧ καθαίρεται τὸ τῆς κεφαλῆς φλέγμα· τὸ δὲ ἄλγημα καὶ τοῦτο γίνεται, ὅταν ἔσωθεν πρὸς τὴν ἀκοὴν φλέγμα ἐκ τῆς κεφαλῆς προσπέσῃ. Ἢν δὲ τὰ παρὰ τὴν φάρυγγα φλεγμήνῃ, ἀναγαργαρίζειν χρή· γίνεται δὲ καὶ ταῦτα ἀπὸ φλέγματος· ἢν δὲ τὰ οὖλα ἤ τι τῶν ὑπὸ τῇ γλώσσῃ φλεγμαίνῃ, διαμασσητοῖσι χρῆσθαι· ἀπὸ φλέγματος δὲ καὶ ταῦτα γίνεται. Ἢν δὲ ἡ σταφυλὴ κατακρεμασθῇ καὶ πνίγῃ, ἔνιοι δὲ τοῦτο καλέουσι γαργαρεῶνα, παραχρῆμα μὲν τοῖσιν ἀναγαργαλίκτοισι χρῆσθαι, σκευάζων ὡς γέγραπται ἐν τοῖσι φαρμάκοισιν· ἢν δὲ πρὸς ταῦτα μὴ ἰσχνὴ γένηται, ὄπισθεν ξυρήσαντα τὴν κεφαλὴν, σικύας προσβάλλειν δύο, καὶ τοῦ αἵματος ἀφαιρέειν ὡς πλεῖστον, καὶ ἀνασπάσαι ὀπίσω τὸ ῥεῦμα τοῦ φλέγματος· ἢν δὲ μηδὲ τούτοισι καθίστηται, σχάσαντα μαχαιρίῳ τὸ ὕδωρ ἐξαγαγεῖν, σχάζειν δὲ, ὅταν τὸ ἄκρον ὑπέρυθρον γένηται· ἢν δὲ μὴ τοιοῦτον γενόμενον τμηθῇ, φλεγμαίνειν ἐθέλει, καὶ ἔστιν ὅτε ἐξάπινον ἔπνιξε· γίνεται δὲ καὶ τοῦτο ὑπὸ φλέγματος, ὅταν ἐκ τῆς κεφαλῆς θαλφθείσης ἀθρόον καταῤῥυῇ. Ὅσα δὲ περὶ ὀδόντας γίνεται ἀλγήματα, ἢν μὲν βεβρωμένος ᾖ καὶ κινέηται, ἐξαιρέειν· ἢν δὲ μὴ βέβρωται, μηδὲ κινέηται, ὀδύνην δὲ παρέχῃ, καύσαντα ἀποξηρῆναι· ὠφελέει δὲ καὶ τὰ διαμασσήματα· αἱ δὲ ὀδύναι γίνονται, ὅταν φλέγμα ὑπέλθῃ ὑπὸ τὰς ῥίζας τῶν ὀδόντων· ἐσθίονται δὲ καὶ βιβρώσκονται οἱ μὲν ὑπὸ φλέγματος, οἱ δὲ ὑπὸ σιτίων, ἢν φύσει ἀσθενέες ἔωσι, καὶ κοιλίην ἔχοντες, καὶ πεπηγότες ἐν τοῖσιν οὔλοισι κακῶς. 5. Ἢν δὲ ἐν τῇ ῥινὶ πόλυπος γένηται, οἷον πρῆγμα πνέεται, καὶ ἀπογκέει ἐκ τοῦ μυκτῆρος ἐς τὸ πλάγιον· ἐξαιρέεται δὲ βρόχῳ διελκόμενος ἐς τὸ στόμα ἐκ τῆς ῥινός· οἱ δὲ καὶ φαρμάκοισιν ἐκσήπονται· φύεται δὲ ὑπὸ φλέγματος. Ταῦτα μὲν ὅσα ἀπὸ τῆς κεφαλῆς φύεται νουσήματα, πλὴν ὀφθαλμῶν· ταῦτα δὲ ἰδίως γεγράψεται.