ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ. 12. Ἢν ἡ γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρῶτον μὲν μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης, καὶ ἀθροίζεται καὶ παχύνεται θερμαινομένη. Ἔπειτα πνεῦμα ἴσχει, ἅτε ἐν θερμῷ ἐοῦσα, ἔπειτα τῆς μητρὸς πνεούσης, ἔπειτα δὲ τοῦ πνεύματος ὅταν πλησθῇ, ὁδόν οἱ αὐτὸ ἑωυτῷ ἔξω ποιέει κατὰ μέσου τῆς γονῆς, ᾗ τὸ πνεῦμα ἔξεισιν· ὅταν δὲ ὁδὸς γένηται τῷ πνεύματι ἔξω θερμῷ ἐόντι, αὖθις ἕτερον ψυχρὸν εἰσπνέει ἀπὸ τῆς μητρός· καὶ τοῦτο ποιέει διὰ παντὸς τοῦ χρόνου. Θερμαίνεται μὲν γὰρ ἅτε ἐν θερμῷ ἐοῦσα· ψυχρὸν δὲ ἴσχει ἀπὸ τῆς μητρὸς πνεούσης· πάντα δὲ ὁκόσα θερμαίνεται πνεῦμα ἴσχει. Τὸ δὲ πνεῦμα ῥήγνυσι καὶ ποιέει οἱ ὁδὸν αὐτὸ ἑωυτῷ καὶ χωρέει ἔξω· αὐτὸ δὲ τὸ θερμαινόμενον ἕλκει ἐς ἑωυτὸ αὖθις ἕτερον πνεῦμα ψυχρὸν διὰ τῆς ῥαγῆς, ἀφ’ οὗ τρέφεται. Τοῦτο δὲ γίνεται καὶ ἐπὶ τῶν ξύλων καὶ ἐπὶ τῶν φύλων καὶ βρωτῶν καὶ ποτῶν ὁκόσα θερμαίνεται ἰσχυρῶς. Ἐννοῆσαι δὲ παρέξει ξύλα καιόμενα· ἅπαντα μὲν γὰρ τὰ ξύλα ποιήσει τοῦτο, μάλιστα δὲ τὰ ὑπόχλωρα· μεθίησι γὰρ κατὰ τὴν τομὴν πνεῦμα· τὸ δὲ πνεῦμα ὁκόταν ἔξω χωρήσῃ, ἑλίσσεται περὶ τὴν τομήν· καὶ τοῦτο γινόμενον ὁρέομεν ἀεί. Δῆλος οὖν ὁ ἐκλογισμός ἐστι τοῦ πνεύματος, ὅτι ἐν τῷ ξύλῳ ἐὸν θερμὸν ἀντισπᾷ ἕτερον ψυχρὸν, ἀφ’ οὗ τρέφεται, ἐς ἑωυτὸ, καὶ ἀπὸ ἑωυτοῦ ἀφίησιν· εἰ μὲν γὰρ μὴ ἀντέσπα, οὐκ ἂν τὸ πνεῦμα εἱλίσσετο ἔξω ἰόν· πᾶν γὰρ τὸ θερμὸν τῷ ψυχρῷ τρέφεται τῷ μετρίῳ· καὶ ὁκόταν διαθερμανθῇ τὸ ὑγρὸν τὸ ἐν τῷ ξύλῳ ἐνεὸν, πνεῦμα γενόμενον χωρέει ἔξω· καὶ τῇδε ἐξιὸν ἔξω τὸ θερμὸν τὸ ἐν τῷ ξύλῳ ἐνεὸν ἀντισπᾷ ἕτερον ψυχρὸν, ἀφ’ οὗ τρέφεται. Ποιέει δὲ τοῦτο καὶ φύλλα χλωρὰ, ὅταν καίηται, πνεῦμα γὰρ ἴσχει· ἔπειτα ῥήγνυσι τὸ πνεῦμα καὶ ὁδὸν ποιέεται καὶ χωρέει ἔξω ἑλισσόμενον, χωρέον δὲ ψόφον παρέχει, ᾗ τὴν εἰσπνοὴν ποιέεται· καὶ χέδροπα καὶ σῖτος καὶ ἀκρόδρυα θερμαινόμενα πνεῦμα ἴσχει, καὶ ἔξω ἐξέρχεται ῥαγὴν ποιησάμενον· καὶ ἢν νοτερὰ ἔῃ, πλέον τὸ πνεῦμα ἀφίησι καὶ τὴν ῥαγὴν μέζω ποιέεται. Καὶ τί δεῖ μακρηγορέειν; πάντα γὰρ ὁκόσα θερμαίνεται, πνεῦμα ἀφίησι, καὶ ἕτερον ψυχρὸν κατὰ τοῦτο ἀντισπᾷ, ἀφ’ οὗ τρέφεται· καὶ αὗταί μοι ἀνάγκαι προηγμέναι εἰσὶν, ὅτι ἡ γονὴ θερμαινομένη ἐν τῇσι μήτρῃσι πνεῦμα ἴσχει καὶ ἀφίησιν· ἅμα δὲ καὶ ἀπὸ τῆς μητρὸς πνεούσης πνοὴν ἴσχει καὶ ἡ γονή· ὁκόταν γὰρ ἡ μήτηρ ψυχρὸν ἑλκύσῃ ἐς ἑωυτὴν ἀπὸ τοῦ ἠέρος, ἐπαυρίσκεται ἡ γονή· θερμὴ δέ ἐστιν ἅτε δὴ ἐν θερμῷ ἐοῦσα· καὶ τότε δὴ πνεῦμα ἴσχει καὶ ἀφίησι. Καὶ ἡ γονὴ ὑμενοῦται φυσωμένη· περιτέταται γὰρ ἀμφ’ αὐτὴν τὸ ἔξωθεν, συνεχὲς γινόμενον, ἅτε γλίσχρον ἐὸν, ὥσπερ ἐπ’ ἄρτῳ ὀπτωμένῳ, λεπτὸν ἐξίσταται ἐπιπολῆς ὑμενοειδές· θερμαινόμενος γὰρ καὶ φυσώμενος ὁ ἄρτος αἴρεται· ᾗ δ’ ἂν φυσᾶται, κείνῃ τὸ ὑμενοειδὲς γίνεται. Τῇ δὲ γονῇ θερμαινομένῃ καὶ φυσωμένῃ πάσῃ ὑμὴν ἔξωθεν περιγίνεται, κατὰ δὲ τὸ μέσον τῆς γονῆς τῷ πνεύματι δίοδος καὶ ἔξω καὶ ἔσω γίνεται διὰ τοῦ ὑμένος· καὶ ταύτῃ τοῦ ὑμένος ἀπέχει τὸ λεπτὸν, καὶ τῆς γονῆς ἐν αὐτοῖσιν ὀλίγιστόν ἐστιν· αὕτη δὲ ἡ ἄλλη γονὴ στρογγύλη ἐστὶν ἐν ὑμένι. 13. Καὶ μὴν ἓξ ἡμέρας μείνασαν ἐν τῇ γαστρὶ γονὴν καὶ ἔξω πεσοῦσαν αὐτὸς εἶδον· καὶ ὁκοίη μοι ἐφαίνετο ἐν τῇ γνώμῃ τότε, ἀπ’ ἐκείνων τὰ λοιπὰ τεκμήρια ποιεῦμαι· ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην ἐοῦσαν ἐγὼ διηγήσομαι. Γυναικὸς οἰκείης. μουσοεργὸς ἦν πολύτιμος, παρ’ ἄνδρας φοιτέουσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ, ὅκως μὴ ἀτιμοτέρη ἔῃ· ἠκηκόει δὲ ἡ μουσοεργὸς, ὁκοῖα αἱ γυναῖκες λέγουσι πρὸς ἀλλήλας· ἐπὴν γυνὴ μέλλῃ λήψεσθαι ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ’ ἔνδον μένει· ταῦτα ἀκούσασα ξυνῆκε καὶ ἐφύλασσεν αἰεὶ, καί κως ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, καὶ ἔφρασε τῇ δεσποίνῃ, καὶ ὁ λόγος ἦλθεν ἕως ἐμέ· καὶ ἐγὼ ἀκούσας ἐκελευσάμην αὐτὴν πρὸς πυγὴν πηδῆσαι, καὶ ἑπτάκις ἤδη ἐπεπήδητο, καὶ ἡ γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κἀκείνη δὲ ἰδοῦσα ἐθεῆτο καὶ ἐθαύμασεν. Ὁκοῖον δὲ ἦν ἐγὼ ἐρέω, οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν δὲ τῷ ἔνδον ὑμένι τὸ ἔνδον ὑγρὸν διαφαίνοιτο· ὁ τρόπος μέν τις ἦν τοιοῦτος ἅλις εἰπεῖν· ἦν δὲ καὶ ἐρυθρὸν καὶ στρογγύλον· ἐν δὲ τῷ ὑμένι ἐφαίνοντο ἐνεοῦσαι ἶνες λευκαὶ καὶ παχεῖαι, εἰλημμέναι· ξὺν ἰχῶρι παχέϊ καὶ ἐρυθρῷ, καὶ ἀμφὶ τὸν ὑμένα ἔξωθεν αἱμάλωπες· κατὰ δὲ τὸ μέσον τοῦ ὑμένος ἀπεῖχε λεπτὸν ὅ τί μοι ἐδόκεεν εἶναι ὀμφαλὸς, κἀκείνῳ τὴν πνοὴν καὶ εἴσω καὶ ἔξω ποιέεσθαι τὸ πρῶτον· καὶ ὁ ὑμὴν ἐξ ἐκείνου ἐτέτατο ἅπας περιέχων τὴν γονήν. Τοιαύτην μὲν ἐγὼ εἶδον ἑκταίην οὖσαν τὴν γονήν. Ἐρέω δὲ καὶ ἄλλην διάγνωσιν ὀλίγον ἐπὶ τούτῳ ὕστερον, ἐμφανέα παντὶ τῷ βουλομένῳ εἰδέναι τούτου πέρι, καὶ ἱστόριον παντὶ τῷ ἐμῷ λόγῳ, ὅτι ἐστὶν ἀληθὴς, ὡς εἰπεῖν ἄνθρωπον περὶ τοιούτου πράγματος. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται. 14. Ὅτι δὲ ἡ γονὴ ἐν ὑμένι ἐστὶ, καὶ πνοὴν ἔχει καὶ εἴσω καὶ ἔξω, καὶ αὔξεται ὑπὸ τῆς μητρὸς τοῦ αἵματος κατιόντος ἐπὶ τὰς μήτρας· τὰ γὰρ καταμήνια οὐ χωρέει, ὁκόταν γυνὴ λάβῃ πρὸς ἑωυτὴν, ἢν μέλλῃ τὸ παιδίον ὑγιαίνειν, εἰ μὴ ἔστιν ᾗσιν ἐπισημαίνε, τὸν πρῶτον μῆνα ὁκόσον ὀλίγον· ἀλλὰ κατιὸν τὸ αἷμα ἀπὸ παντὸς τοῦ σώματος τῆς γυναικὸς κυκλόσε περιίσταται περὶ τὸν ὑμένα ἔξω. Ἅμα δὲ τῇ πνοῇ ἑλκομένου εἴσω τοῦ αἵματος διὰ τοῦ ὑμένος, κατὰ τὸ τετρημένον καὶ ἀπέχον συμπήγνυται καὶ αὔξει τὸ μέλλον ζῶον ἔσεσθαι. Ὁκόταν δὲ χρόνος ἐγγένηται, αὖθις ἕτεροι ὑμένες εἴσω τοῦ πρώτου ὑμένος λεπτοὶ περιτείνονται πολλοὶ, τρόπῳ τοιούτῳ οἵῳ καὶ ὁ πρῶτος ὁμὴν ἐγένετο· τεταμένοι δέ εἰσι καὶ οὗτοι ἀπὸ τοῦ ὀμφαλοῦ, καὶ ἐς ἀλλήλους διαδέσμους ἔχουσιν. 15. Ὁκόταν δὲ ἤδη τοῦτο γένηται, κατιόντος τοῦ αἵματος ἀπὸ τῆς μητρὸς καὶ πηγνυμένου, σὰρξ γίνεται· κατὰ δὲ μέσον τῆς σαρκὸς ὁ ὀμφαλὸς ἀπέχει, δι’ οὗ πνέει καὶ τὴν αὔξησιν ἰσχει. Ἡ δὲ γυνὴ ὁκόταν ἐν γαστρὶ ἔχῃ, ὑπὸ τῶν καταμηνίων μὴ χωρεόντων διὰ τόδε οὐ πονέεται ὅτι τὸ αἷμα οὐ ταράσσεται, βύζην ἀπιὸν κατὰ μῆνα ἕκαστον· ἀλλὰ χωρέει ἡσυχῇ κατ’ ὀλίγον ἄνευ πόνου καθ’ ἡμέρην ἐς τὰς μήτρας· καὶ τὸ ἔνδον ἐν τῇσι μήτρῃσιν ἐνεὸν αὔξεται. Καθ’ ἡμέρην δὲ ἑκάστην τούτου ἕνεκα χωρέεν, ἀλλ’ οὐκ ἐς ἅπαξ κατὰ μῆνα, ὅτι ἐν τῇσι μήτρῃσίν ἡ γονὴ ἐνεοῦσα ἑλκει ἀπὸ τοῦ σώματος αἰεὶ, ὅκως ἂν καὶ δυνάμιος ἔχη. Ταύτῃ καὶ ἡ πνοή· καὶ τὸ μὲν πρῶτον σμικρὴ ἡ πνοὴ γίνεται, καὶ τὸ αἷμα ὀλίγον χωρέει ἀπὸ τῆς μητρός· ὁκόταν δὲ ἡ πνοὴ ἐπὶ πλεῖον γίνηται, μᾶλλον, ἕλκει τὸ αἷμα. καὶ ἐπὶ πλεῖον κατέρχεται ἐς τὰς μήτρας. Τῇσι δὲ ἐν γαστρὶ μὴ ἐχούσῃσι, ὁκόταν τὰ καταμήνια μὴ χωρέῃ, διὰ τόδε ὁ πόνος γίνεται· πρῶτα μὲν ταράσσεται τὸ αἷμα ἐν τῷ σώματι κατὰ μῆνα ἕκαστον, ὑπὸ ἀνάγκης τοιῆσδε· ὅτι μὴν μηγὸς διαφέρει πουλὺ καὶ κατὰ ψύξιν καὶ κατὰ θερμασίην, καὶ τούτου αἰσθάνεται τῆς γυναικὸς τὸ σῶμα, ὑγρότερον γάρ ἐστιν ἢ τὸ τοῦ ἀνδρὸς, καὶ ταραχθέντος τοῦ αἵματος καὶ πληρώσαντος τὰς φλέβας, ἀπέρχεται ἀπ’ αὐτοῦ, καί πως τοῦτο ἐν τῇ ἀρχῇ τῇ φύσει ὑπῆρξεν. Ὥστε, ἢν μὲν ἀποκενῶται τοῦ αἵματος. ἡ γυνὴ, λαμβάνει ἐν γαστρί· ἢν δὲ πλήρης ἔῃ, οὔ· κενεῶν γὰρ τῶν μητρέων καὶ τῶν φλεβῶν γενομένων τοῦ αἵματος, λαμβάνουσι πρὸς σφᾶς αἱ γυναῖκες τοὺς παῖδας· μετὰ γὰρ τῶν καταμηνίων τὴν κάθαρσιν αἱ γυναῖκες μάλιστα λαμβάνουσιν ἐν γαστρί· αἴτιον δὲ τὸ εἰρημένον. Ὁκόταν δὲ ταραχθὲν τὸ αἷμα καὶ ἀποκριθὲν μὴ χωρέῃ ἔξω, ἀλλ’ ἐς τὰς μήτρας, αἱ δὲ μῆτραι μὴ χαλῶσι, θερμαινόμεναι δὴ, ὑπὸ τοῦ αἵματος χρονίζοντος αἱ μήτραι θέρμην τῷ ἄλλῳ σώματι παρέχουσιν· ἔστι δ’ ὅτε καὶ διαδίδοῦσι τοῦ αἵματος ἐς τὰς φλέβας τοῦ σώματος, ὅπη αἱ φλέβες πληρεύμεναι πονεῦγται καὶ οἰδήματα παρέχουσιν· ἔστι δ’ ὅτε καὶ κίνδυνος ἐκ τοῦ τοιουτέου χωλωθῆναι· ἔστι δ’ ὅτε καὶ πρὸς τὴν κύστιν προσίστανται καὶ πιέζουσι καὶ κλείουσι τὴν κύστιν καὶ στραγγουρίην παρέχουσιν· ἔστι δ’ ὅτε καὶ πλήρεες αἵματος ἐοῦσαι αἱ μῆτραι προσπίπτουσιν ἢ πρὸς ἴσχια ἢ πρὸς ὀσφὺν, καὶ πόνον παρέχουσιν· ἔστι δ’ ὅτε καὶ ἐχρόνισε τὸ αἷμα μῆνας πέντε ἢ ἓξ, καὶ ἐν τῇσι μήτρῃσι σαπὲν, πῦος γίνεται, καὶ ἐνίῃσι μὲν κατὰ τὸ αἰδοῖον ἐξέρχεται τὸ πῦος, ἔστι δὲ ᾗτι καὶ κατὰ τὸν βουβῶνα ὡς φῦμα γίνεται, κἀκείνῃ πῦον γενόμενον ἐξῆλθε· καὶ ἄλλα πολλὰ κακὰ τῇσι γυναιξὶ τοιουτότροπα γίνεται, ἐπὴν μὴ ἀποκαθαίρωνται τὰ καταμήνια. Ἀλλὰ τί δεῖ λέγειν αὐτὰ ἐνθάδε; εἰρήσεται γὰρ ἐν τοῖσι γυναικείοισι νοσήμασιν· ἀλλ’ ὅθεν ἀπέλιπον περανέω τὸν λόγον. 16. Ὁκόταν δὲ γένηται σὰρξ, τότε οἱ ὑμένες, αὐξομένου τοῦ ὲν τῇσι μήτρῃσιν ἐνεόντος, αὔξονται καὶ αὐτοὶ καὶ κολποῦνται καὶ μάλιστα οἱ ἔξωθεν· καὶ τὸ αἷμα κατελθὸν ἀπὸ τῆς μητρὸς ὅ τι ἂν ἡ σὰρξ πνέουσα ἑλκύσῃ καὶ ἡ αὔξησις γένηται καὶ μὴ χρηστὸν ἔῃ, ἐς τοὺς κόλπους τῶν ὑμένων ἀποκρίνεται· καὶ ὁκόταν κολπωθέωσι καὶ τὸ αἷμα δέξωνται, τότε δὴ καλέεται χόριον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.