9. Γίνεται δὲ καὶ τόδε· ἔστιν ὅτε τὰ τέκνα λεπτὰ καὶ ἀσθενέα γίνεται, ἐκ πατρὸς καὶ μητρὸς παχέων τε καὶ ἰσχυρῶν ἐόντων· κἢν μὲν πολλῶν ἤδη γενομένων τῶν παιδίων τοιοῦτον γένηται, δῆλον ὅτι ἐν τῇσι μήτρῃσιν ἐνόσησε τὸ ἔμβρυον, καὶ ἀπὸ τῆς μητρὸς, εἰ τῆς αὔξης. αὐτοῦ ἔξω παρῄει, τῶν μητρέων χανουσέων μᾶλλον, καὶ διὰ τοῦτο ἀσθενὲς ἐγένετο· νοσέει δὲ τῶν ζώων ἕκαστον κατὰ τὴν ἰσχὺν ἑωυτοῦ. Ἢν δὲ πάντα τὰ γενόμενα παιδία ἀσθενέα ἔῃ, αἱ μῆτραι αἴτιαί εἰσι, στενότεραι ἐοῦσαι τοῦ καιροῦ· ἢν γὰρ μὴ ἔχῃ εὐρυχωρίην ἔνθα τὸ ἔμβρυον θρέψεται, ἀνάγκη ἐστὶν αὐτὸ λεπτὸν γενέσθαι, ἅτε οὐκ ἔχον τῇ αὔξῃ τὴν αὐτὴν εὐρυχωρίῃν ἢν δὲ ἔχῃ. εὐρυχωρίην καὶ μὴ νοσήσῃ, ἐπιεικές ἐστι μεγάλων τοκέων μέγα τέκνον γενέσθαι. Ἔχει δὲ οὕτως, ὥσπερ εἴ τις σίκυον ἤδη ἀπηνθηκότα, ἐόντα δὲ νεογνὸν καὶ προσεόντα τῷ σικυηλάτῳ, θεὶς ἐς ἀρυστῆρα, ἔσται τοῦ ἀρυστῆρος τῷ κοίλῳ ἴσος καὶ ὅμοιος· ἢν δέ, τις ἐς ἄγγος θῇ μέγα, ὅ τι ἐπιεικές ἐστι σίκυον χαδέειν, ἀλλὰ μὴ πολλῷ κάρτα μέζον τῆς φύσιος τοῦ σικύου, ἴσος ἔσται ὁ σίκους τοῦ ἄγγεος τῷ κοίλῳ καὶ ὅμοιος· ἐρίζει γὰρ ἐν τῇ αὔξῃ τῷ κοίλῳ τοῦ ἄγγεος. Σχεδὸν δὲ εἰπεῖν καὶ πάντα τὰ φυόμενα οὕτως ἔχει, ὅκως. ἄν τις καταναγκάσῃ αὐτά. Οὕτω δὴ καὶ τῷ παιδίῳ, ἢν μὲν εὐρυχωρίη οἱ ἔῃ· ἐν τῇ αὔξῃ, μέζον γίνεται· ἢν δὲ στενοχωρίη, ἔλασσον.