6.ἔχει δὲ οὕτω καὶ τόδε· ὁτὲ μὲν ἰσχυρότερόν ἐστι τὸ μεθιέμενον ἀπὸ τῆς γυναικὸς, ὁτὲ δὲ ἀσθενέστερον· καὶ τὸ ἀπὸ τοῦ ἀνδρὸς ὡσαύτως· καὶ ἔστι καὶ ἐν τῷ ἀνδρὶ τὸ θῆλυ σπέρμα καὶ τὸ ἄρσεν, καὶ ἐν τῇ γυναικὶ ὁμοίως· ἰσχυρότερον δέ ἐστι τὸ ἄρσεν τοῦ θήλεος· ἀνάγκη γὰρ ἀπὸ ἰσχυροτέρου σπέρματος γίνεσθαι. Ἔχει δὲ καὶ τόδε οὕτω· ἢν μὲν ἀπ’ ἀμφοτέρων τὸ σπέρμα ἰσχυρότερον ἔλθῃ, ἄρσεν γίνεται· ἢν δὲ ἀσθενὲς, θῆλυ· ὁκότερον δ’ ἂν κρατήσῃ κατὰ πλῆθος, ἐκεῖνο καὶ γίνεται· ἢν γὰρ πολλῷ πλέον τὸ ἀσθενὲς σπέρμα ᾖ τοῦ ἰσχυροτέρου, κρατέεται τὸ ἰσχυρὸν καὶ μιχθὲν τῷ ἀσθενεῖ ἐς θῆλυ περιηνέχθη· ἢν δὲ πλέον ἔῃ τὸ ἰσχυρὸν τοῦ ἀσθενέος, κρατηθῇ τε τὸ ἀσθενὲς, ἐς ἄρσεν περιηνέχθη. Ὥσπερ εἴ τις κηρὸν καὶ στέαρ μίξας ὁμοῦ, πλέον ποιήσας τὸ στέαρ, τήξειε πρὸς πυρὶ, μέχρι μὲν ὑγρὸν ἔῃ, οὐ διάδηλον γίνεται τὸ κρατέον· ἐπὴν δὲ παγῇ, τότ’ ἐμφανὲς γίνεται, ὅτι κρατέει τὸ στέαρ τοῦ κηροῦ κατὰ πλῆθος· οὕτως ἔχει καὶ τοῦ ἄρσενος καὶ τοῦ θήλεος τῆς γονῆς.