5. Ἐπὴν δὲ μιχθῇ ἡ γυνὴ, ἢν μὲν μὴ μέλλῃ λήψεσθαι πρὸς ἑωυτὴν, πρὸς τῷ ἔθει χωρέει ἔξω ἡ γονὴ ἀπ’ ἀμφοτέρων, ὁκόταν ἡ γυνὴ ἐθελήσῃ· ἢν δὲ μέλλῃ λήψεσθαι, οὐ χωρέει ἔξω, ἀλλ’ ἐμμένει ἐν τῇσι μήτρῃσιν ἡ γονή. Αἱ γὰρ μῆτραι δεξάμεναι καὶ μύσασαι ἔχουσιν ἐν ἑωυτῇσιν, ἅτε εἰλυσπασθέντος τοῦ στόματος ὑπὸ τῆς ἰκμάδος, καὶ μίσγεται ὁμοῦ τό τε ἀπὸ τοῦ ἀνδρὸς ἐλθὸν καὶ τὸ ἀπὸ τῆς γυναικός· καὶ ἢν ἡ γυνὴ τόκων ἔμπειρος ἔῃ καὶ ἐννοήσῃ ὁκόταν ἡ γονὴ μὴ ἐξέλθῃ, ἀλλ’ ἐμμείνῃ, εἰδήσει ᾗ ἡμέρῃ ἔλαβεν πρὸς ἑωυτήν.