4. Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν· καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων· θερμῷ δὲ ταῦτα, τά τε ἄλλα· καὶ τῇ ὥρῃ συντεκμαίρεσθαι· ἐκ τήξεως ἅλες· καὶ πρὸς ἄλλα δὲ ὅσα λειχῆσι, λέπρῃσιν, ἀλφοῖσι, συντείνει παχυνθὲν ἐν ἡλίῳ θερμῷ, μάλιστα δὲ ὄνυξι λεπροῖσι, κρατέει γὰρ μετὰ χρόνον. Μυρμηκίας ἁπαλύνει, καὶ τοὺς ἐν ὠσὶν ἰᾶται ῥύπους, μαλάσσει δὲ καὶ χρῶτα, πολλαχῆ δὲ καὶ ἄλλῃ; εἰ μὴ ὀδμῇ ἔβλαπτε, καὶ μάλιστα γυναῖκας· ἐδύνατο δ’ ἂν καὶ ποδαγρίῃ, εἰ μὴ ὁ χρὼς ἐτιτρώσκετο. Ταῦτα καὶ τρὺξ ὄξους ποιέει.