4. Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν· καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων· θερμῷ δὲ ταῦτα, τά τε ἄλλα· καὶ τῇ ὥρῃ συντεκμαίρεσθαι· ἐκ τήξεως ἅλες· καὶ πρὸς ἄλλα δὲ ὅσα λειχῆσι, λέπρῃσιν, ἀλφοῖσι, συντείνει παχυνθὲν ἐν ἡλίῳ θερμῷ, μάλιστα δὲ ὄνυξι λεπροῖσι, κρατέει γὰρ μετὰ χρόνον. Μυρμηκίας ἁπαλύνει, καὶ τοὺς ἐν ὠσὶν ἰᾶται ῥύπους, μαλάσσει δὲ καὶ χρῶτα, πολλαχῆ δὲ καὶ ἄλλῃ; εἰ μὴ ὀδμῇ ἔβλαπτε, καὶ μάλιστα γυναῖκας· ἐδύνατο δ’ ἂν καὶ ποδαγρίῃ, εἰ μὴ ὁ χρὼς ἐτιτρώσκετο. Ταῦτα καὶ τρὺξ ὄξους ποιέει. 5. Οἶνος δὲ γλυκὺς, ὅσα χρόνια τρώματα, συνεχέως χρωμένῳ αὔταρκες, ἀτὰρ καὶ ἐς φαρμακοποσίην. Αὐστηρὸς δὲ ὁ λευκὸς καὶ μέλας οἶνος ψυχρὸς ἐπὶ τὰ ἕλκεα ἐνδέχεται, ψυχρὸς διὰ τὴν θέρμην. Ὅρια δὲ, ὅσα μὲν ψύξιος εἵνεκα ἢ καταχεῖται ἢ ἐνίεται ἢ ἐμβάπτεται, ὡς ὕδωρ ψυχρότατον· ὅσα δὲ στύψιος, ὁ μέλας οἶνος, καὶ εἴρια καταῤῥῆναι, οἷον καὶ φύλλα τευτλίων ἢ ὀθόνια βάπτεται ἐπὶ τὰ πλεῖστα· ὅσα δέ τι στύψιος, οἷον κισσοῦ φύλλα, ὁ λευκὸς, καὶ ὅσα στρυφνότερα ἢ ψαθυρώτερα, οἷον κίστος τε καὶ βάτος, ῥοῦς σκυτοδεψικὴ, ἐλελίσφακος, καὶ ὅσα μαλθάσσειν δεῖ, οἷον ἄλητον ἑφθόν.