2. Ὑγιὲς σῶμα, τὸ μὲν ἐν σκέπῃ εἰθισμένον, ὅτι ἄηθες, ὅτι προσωτάτω τοῦ οἰκείου θάλπεος, ἐγγύτατα δὲ τοῦ ἀλλοτρίου ψύχεος, διὰ ταῦτ’ ἄρα τῷ θερμῷ ἥδεται καὶ φέρειν δύναται. Ἐγκέφαλος καὶ ὅσα ἀπὸ τούτου, ψυχρῷ μὲν ἄχθεται, θερμῷ δ’ ἥδεται, καὶ ἢν ἄρα ᾖ ψυχρότερον καὶ στερεώτερον φύσει. Καὶ πρόσω τοῦ οἰκείου θάλπεος, καὶ πλεῖστα αὐτῶν· διὰ τοῦτο ὀστέοισιν, ὀδοῦσι, νεύροισι· τὸ ψυχρὸν πολέμιον, τὸ δὲ θερμὸν φίλιον, ὅτι ἀπὸ τούτων σπασμοὶ, τέτανοι, ῥίγεα πυρετώδεα, ἃ τὸ μὲν ψυχρὸν ποιέει, τὸ δὲ θερμὸν παύει. Διὰ τοῦτο καὶ γονῇ ἀπὸ τοῦ θερμοῦ ἡδοναὶ καὶ προκλήσιες, ἀπὸ δὲ τοῦ ψυχροῦ ἀλγηδόνες καὶ ἀποτρέψιες· διὰ τοῦτο ὀσφὺς, στῆθος, νῶτον, ὑποχόνδρια μᾶλλον ψυχρῷ ἄχθεται, θερμῷ δ’ ἥδεται καὶ φέρειν δύναται· διὰ τοῦτ’ ἄρα ὀσφὺς, νῶτον, στῆθος, ὑποχόνδρια τὰ ἐναντία πέπονθεν, ὅτι ἐναντιαῖα· διὰ τοῦτ’ ἄρα τούτῳ τῷ χωρίῳ ἀσῶδες ἐνταῦθα χρωμένοισι τὸ θερμὸν, τὸ δὲ ψυχρὸν παύει· διὰ τοῦτ’ ἄρα ποτῷ ψυχρῷ ἥδεται, διὰ τοῦτ’ ἄρα βρώμασι τοῖσι θερμοῖσιν ἥδεται. Διὰ τοῦτ’ ἄρα καὶ κατὰ ἀκρέων ἐν λειποθυμίαις τὸ ψυχρὸν καταχεόμενον ὠφελέει. Ὅτι δὲ τὰ ὄπισθεν τῶν ἔμπροσθεν τὸ θερμὸν μᾶλλον ἀνέχεται, τὰ εἰρημένα αἴτια· ὅτι δὲ καὶ τὰ ψυχρὰ, ὀρθῶς· τά τε γὰρ ἄκρεα, ἔμπροσθεν, καὶ οὐκ ἐν σκέπῃ εἰθισμένα, ὥσπερ τὸ ἔνδον τοῦ ἔξω. Μνηστέον δὲ καὶ ὅτι ἑκάτερον ἐφ’ ἑκατέρου τοῦ σώματος κρέσσον τοῦ δέρματος τοῦ ἔξω, ὅτι συνεχές τε ἑωυτῷ καὶ νεύρῳ ἐναίμῳ· διὰ τὸ ἔξω τοῦ οἰκείου θερμοῦ ἐν τῷ ἔξω ψυχρῷ εἶναι, ἐπ’ ἀμφοῖν πυκνὰ κρατέεται, καὶ ἑκατέρων πυκνὰ δεῖται, πυκνὰ δὲ μᾶλλον θερμοῦ ἐς ἡδονήν. Πάσχει δὲ καὶ ἄκρεα τοιοῦτο, ὥστε ταχέως ἐνακούειν πολλῶν· βραδέως δὲ πρῶτον ἐπαείρεται, καὶ φλεβῶν δῆλον, αἳ πρότερον καὶ ὕστερον· οὕτως πάντα φαίνεται, ὅκου τε ψύχεται ἄκρεα, ὅκου τε θερμαίνεται, ἐν κενεαγγικοῖσιν, ἐν λειποθυμικοῖσι, καὶ κατὰ λόγον· εἰκότως ἄρα φλέβας, καὶ τὰ ἀπὸ τουτέων ἕπεται, καὶ θερμαίνει πρῶτον τὸ θερμὸν, οἷον τῶν χειρῶν τὰ εἴσω. Τὰ δ’ ἕλκεα θερμῷ ἥδεται ὁμολογουμένως, ὅτι ἐν σκέπῃ εἴθισται, εἰκότως ἄρα τῷ ἑτέρῳ ἄχθεται. Εἰκότως ἄρα καὶ αὐταὶ αἱ φλέβες, ὅτι ἐν θερμῷ εἰσιν. Εἰκότως ἄρα καὶ αὐτὸς ὁ θώρηξ, καὶ αὐτὴ ἡ κοιλίη κρατουμένη ὑπὸ τοῦ ψυχροῦ μάλιστα ἀγανακτεῖ καὶ θανατοῖ, ὅτι μάλιστα ἀήθεα· ἀλλὰ πλεῖστον ἀπέχει τοῦ παθεῖν τοῦτο· ἐγγύτατα γὰρ τοῦτο τὸ δεῖσθαι· εἰκότως ἄρα ποτῷ ψυχρῷ ἥδεται· οὕτως ὁμολογέει ταῦτα πάντα. Ὅτι δὲ μάλιστα πάντα τὰ ἀποσύρματα καὶ τὰ ἐπικαύματα ἐπιπολῆς, οὐ μάλιστα εἰθισμένα ἐν σκέπῃ, μάλιστα ἐν ψυχρῷ ἀγανακτεῖ· εἰκότως· τάχιστα γὰρ κρατέεται, καὶ τὰ βαθύτατα εἰ κρατοῖτο, μάλιστ’ ἂν ἄχθοιτο· ἔπειτα καὶ τῆς φύσιος τῆς νευρώδους μετέχει. Ὅτι ὑπογάστριον ἥδεσθαι δοκέει θερμῷ, σκεπτέον τὸ χωρίον, καὶ μετέχει· καὶ ἄκρεα, καὶ κύστις, καὶ γονὴ, καὶ ἄλλος γόνος ὁ γυμνός· ἔστι τε φύσει ψυχρότερος, ἢ ὥς τις οἴεται· ἄνω γὰρ, οὐ κάτω θερμὸν ἀΐσσει· διὰ ταῦτα ἥδεται. Ὅτι μετὰ τὸ θερμὸν ψύχεται τὸ σῶμα διαχυθὲν μᾶλλον, μετὰ δὲ τὸ ψυχρὸν ἀναθερμαίνεται μᾶλλον συσταλέν· οἷον καὶ τὰ ὕδατα, ψυκτέα, θερμαντέα, διὰ λεπτότητα· ὅτι μετὰ τὸ θερμὸν σκληρύνεται μᾶλλον ἐπιξηρανθὲν, οἷον ὀφθαλμοὶ μετὰ τὸ ψυχρόν· τὸ μὲν γὰρ ὅμοιον τῷ περιέχοντι, τὸ δὲ οὔ. 3. Θάλασσα δὲ, τοῖσι κνησμώδεσι καὶ δακνώδεσι, καὶ λούειν καὶ πυριῇν θερμῇ, τοῖσι μὲν ἀήθεσιν ὑπολιπαίνονται, πρὸς ἕλκεα δὲ πυρίκαυτα καὶ ἀποσύρματα καὶ ὅσα τοιαῦτα πολέμιον, ἐπιτήδειον δὲ τοῖσι καθαροῖσιν, ἀγαθὸν καὶ ἰσχναίνειν εὖ, ὡς τὰ τῶν ἁλιέων ἕλκεα· ταῦτα γὰρ οὐδ’ ἐκπυεῖ, ἢν μὴ ψαύῃ· καὶ πρὸς ὑποδεσμίδας· καὶ τὰ νεμόμενα παύει καὶ ἵστησιν, ὡς ἅλες καὶ ἁλμυρίδες καὶ λίτρον· πάντα δὲ ταῦτα σμικρῷ μὲν χρωμένῳ ἐρεθιστικὰ, προσνικῶντι δὲ ἀγαθά· βέλτιον δὲ θέρμη πρὸς τὰ πλεῖστα.