ΠΕΡΙ ΥΓΡΩΝ ΧΡΗΣΙΟΣ. 1. Ὕδωρ ποτὸν, ἁλμυρὸν, θάλασσα. Ποτὸν μὲν, κατ’ ἰητρεῖον κράτιστον· καὶ γὰρ σιδηρίοισι καὶ χαλκείοισι κράτιστον, καὶ φαρμάκοισι τοῖσι πλείστοισι παλαιουμένοισι κοινότατον. Ἐς δὲ χρῶτα γνῶναι δεῖ, ὅτι τοῦτο ἢ τέγξει ἢ ψύξει ἢ θέρμῃ, ἄλλῳ δὲ οὐδενὶ ὠφελέει ἢ βλάπτει ποτόν. Ὅπου ὀλίγου ποτοῦ, σπόγγῳ· χρῆσις, ἄριστον ὀφθαλμοῖσι, [εἰ] αὐτὸ τὸ δέρμα ἐφήλκωται. Θερμῷ, αἰόνησις, πυρίη τοῦ σώματος ἅπαντος ἢ μέρεος, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις, νεύρων συστελλομένων πάρεσις, σαρκῶν πλαδαρῶν ἐκχύμωσις, ἱδρῶτος ἄφοδος· ὑγρῆναι, προσκλύσαι οἷον ῥῖνας, κύστιν, φύσας, σαρκῶσαι, ἁπαλῦναι, τῆξαι, μινυθίσαι, χροιὴν ἀνακαλέσαι, χροιὴν ἀνασκεδάσαι. Ὑπνικὸν καὶ κατὰ κεφαλῆς καὶ ἄλλων· σπασμῶν, τετάνων παρηγορικόν· ὀδύνας κωφοῖ ὠτὸς, ὀφθαλμῶν, ὅσα τοιαῦτα. Τὰ ψυχρὰ θερμῆναι, οἷον πίσσα ἐν ἕλκεσι, πλὴν τοῖσιν αἱμοῤῥαγεῦσιν ἢ μέλλουσι, κατήγμασιν, ἐκπτώμασι, τοῖσιν ἄλλοισι, οἷσιν ἂν ὀθόνια ἰητρός· καρηβαρίῃ. Τὸ μέτριον ἑκάστῳ, μὴ πρόσω, οἴδαμεν βασανίζειν, οἷον τὸ θερμὸν τῷ χρωτὶ, ἐξ ὑπερβολῆς ἐφ’ ἑκάτερα, ὡς ἀμφοῖν μὴ ἁμαρτάνῃ, σημαινόμενος ταῖς βλάβαις ἢ οὐκ ὠφελείαις, οἷον χλιαροῦ· δεῖ γὰρ τῇσι βλάβῃσιν ἢ τῇσιν ὠφελείῃσιν, κἂν ὦσι, χρῆσθαι μέχρι τοῦ ὠφελέοντος ἢ μέχρι τοῦ βλάπτοντος. Τέγξις μὲν οὖν, ἀσθενές· ψύξις δὲ καὶ θάλψις, ἰσχυρὸν, ὡς ἐξ ἡλίου· τὸ δὲ ψυχρὸν, θερμὸν ἐὸν ὡς ποτὸν, ἀσθενέον τι. Ἀλλὰ τὸ μὲν θερμὸν, μὴ πρόσω καίειν, κρίνει δ’ αὐτὸς, πλὴν τοῖσιν ἀφώνοισιν, ἢ παραπληγικοῖσιν, ἢ νεναρκωμένοισιν, ἢ οἷα ἐπὶ τρώμασι κατεψυγμένοισιν ἢ ὑπερωδύνοισι, τούτοισι δὲ ἀναίσθητα· λάθοις γὰρ ἂν κατακαύσας· καὶ τὰ ἐκπτώματα δὲ τὰ βαθέα καὶ τὰ μεγάλα· ἤδη καὶ πόδες ἀπέπεσον, καταψυχθέντες, ἐκ καταχύσιος θερμοῦ· ἀλλὰ τούτοισιν ὁ τοῦ καταχέοντος χρὼς, κριτής. Καὶ ψυχροῦ δὲ ὡσαύτως. Τούτων δ’ αὐτῶν τὸ ὀλίγον ἑκατέρου, ἀσθενές· τὸ δὲ πολὺ, ἰσχυρόν· ἀλλὰ μὴν ἐᾷν, μέχρι γένηται οὗ ἕνεκα ποιέεται· τὸ ἔσχατον προπαύειν πρὶν γενέσθαι· τούτων δὲ ἑκάτερον βλάπτει. Βλάπτει δὲ ταῦτα τὸ θερμὸν πλέον χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας, ταῦτα ἐς θάνατον· τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα. Αἱ μὲν μετριότητες ἐκ τούτων. Τὰ δ’ ἄλλα βλάπτει καὶ ὠφελέει τὰ εἰρημένα ἡδονῇσι καὶ εὐφορίῃσι καὶ ἀχθηδόσι καὶ δυσφορίῃσιν, αἳ καθ’ ἓν ἕκαστον αὐτῶν ὁμολογοῦσαι φαίνονται.