6. Πρῶτον δὲ ἀπὸ τοῦ κοινοτάτου νοσήματος ἄρξομαι, πυρετοῦ· τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει τοῖσιν ἄλλοισιν νουσήμασι, μάλιστα δὲ φλεγμονῇ· δηλοῖ δὲ τὰ γινόμενα προσκόμματα· ἅμα γὰρ τῇ φλεγμονῇ εὐθὺς βουβὼν καὶ πυρετὸς ἕπεται. Ἔστι δὲ δισσὰ εἴδεα πυρετῶν, ὡς ταύτῃ διελθεῖν· ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός· ὁ δὲ διὰ πονηρὴν δίαιταν ἰδίῃ τοῖσι πονηρῶς διαιτεομένοισι γινόμενος· ἀμφοτέρων δὲ τουτέων αἴτιος ὁ ἀήρ. Ὁ μὲν οὖν κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, ὅτι πνεῦμα τωὐτὸ πάντες ἕλκουσιν· ὁμοίου δὲ ὁμοίως τοῦ πνεύματος τῷ σώματι μιχθέντος, ὅμοιοι καὶ οἱ πυρετοὶ γίνονται. Ἀλλ’ ἴσως φήσει τις· διὰ τί οὖν οὐχ ἅπασι τοῖσι ζώοισι, ἀλλ’ ἔθνει τινὶ αὐτέων ἐπιπίπτουσιν αἱ τοιαῦται νοῦσοι; Διότι, φαίην ἂν, διαφέρει σῶμα σώματος, καὶ φύσις φύσιος, καὶ τροφὴ τροφῆς· οὐ γὰρ πᾶσι τοῖσιν ἔθνεσι τῶν ζώων ταὐτὰ οὔτ’ ἀνάρμοστα οὔτ’ εὐάρμοστά ἐστιν, ἀλλ’ ἕτερα ἑτέροισι ξύμφορα, καὶ ἕτερα ἑτέροισιν ἀξύμφορα. Ὁκόταν μὲν οὖν ὁ ἀὴρ τοιουτέοισι χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρωπίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποι τότε νοσέουσιν· ὅταν δὲ ἑτέρῳ τινὶ ἔθνει ζώων ἀνάρμοστος ὁ ἠὴρ γένηται, κεῖνα τότε νοσέουσιν. 7. Αἳ μὲν οὖν δημόσιαί εἰσι τῶν νούσων, εἴρηται, καὶ ὅτε καὶ ὅκως, καὶ οἷσι, καὶ ἀπὸ τεῦ γίνονται· τὸν δὲ διὰ πονηρὴν δίαιταν γινόμενον πυρετὸν διέξειμί σοι. Πονηρὴ δέ ἐστιν ἡ τοιήδε δίαιτα, τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ἢ ὑγρὰς ἢ ξηρὰς διδῷ τῷ σώματι ἢ τὸ σῶμα δύναται φέρειν, καὶ πόνον μηδένα τῷ πλήθει τῶν τροφῶν ἀντιτιθῇ, τοῦτο δὲ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν ἐσπέμπῃ τροφάς· τὰ γὰρ ἀνόμοια στασιάζει, καὶ τὰ μὲν θᾶσσον, τὰ δὲ σχολαίτερον πέσσεται. Μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολλὸν πνεῦμα ἐσιέναι· μετὰ πάντων γὰρ τῶν ἐσθιομένων καὶ πινομένων ἀπέρχεται πνεῦμα ἐς τὸ σῶμα, ἢ πλέον, ἢ ἔλασσον. Φανερὸν δὲ τοῦτο τῷδέ ἐστιν· ἐρυγαὶ γὰρ γίνονται μετὰ τὰ σιτία καὶ τὰ ποτὰ τοῖσι πλείστοισιν· ἀνατρέχει γὰρ ὁ κατακλεισθεὶς ἀὴρ, ὁκόταν ἀναῤῥήξῃ τὰς πομφόλυγας, ἐν ᾗσι κρύπτεται. Ὅταν οὖν τὸ σῶμα σιτίων πλησθῇ, καὶ πνεύματος πλησμονὴ ἐπὶ πλέον γίνεται, τῶν σιτίων χρονιζομένων· χρονίζεται δὲ τὰ σιτία, διὰ τὸ πλῆθος οὐ δυνάμενα διελθεῖν· ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης, ἐς ὅλον τὸ σῶμα διέδραμον αἱ φῦσαι· προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος ἔψυξαν· τουτέων δὲ τῶν τόπων ψυχθέντων, ὅκου αἱ πηγαὶ καὶ αἱ ῥίζαι τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος ἡ φρίκη διῆλθεν· ἅπαντος δὲ τοῦ αἵματος ψυχθέντος, ἅπαν τὸ σῶμα φρίσσει. 8. Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρετῶν· ὅκως δ’ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον. Ἐν δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον· τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα. Αὗται μὲν οὖν αἱ ἄλαι· καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες· τὰ μὲν γὰρ τοῦ σώματος γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα· τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται, τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέλοιπεν· τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν. Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα· ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν· ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος. Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν· χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται. Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερμαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότητος· διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίην ἐνειργάσατο. Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ· τοῦ δὲ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται· τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ. Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται· πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ· βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα· διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους. 9. Οἱ μὲν οὖν πυρετοὶ διὰ τοῦτο γίνονται καὶ τὰ μετὰ τῶν πυρετῶν ἀλγήματα καὶ νοσήματα· τῶν δὲ ἄλλων ἀῤῥωστημάτων, ὁκόσοι μὲν ἂν εἰλεοὶ εἶεν, ἢ ἀνειλήματα, ἢ ἕτερα ἀποστηρίγματα, φύσας εἶναι αἴτια ἅπασιν ἡγέομαι φανερὸν εἶναι· πάντων γὰρ τῶν τοιουτέων αἰτίη τοῦ πνεύματος ἡ διόδευσις· τοῦτο γὰρ ὁκόταν προσπέσῃ πρὸς τόπους ἁπαλοὺς καὶ ἀήθεας καὶ ἀθίκτους, ὥσπερ τόξευμα ἐγκείμενον διαδύνει διὰ τῆς σαρκός· προσπίπτει δὲ ποτὲ μὲν πρὸς τὰ ὑποχόνδρια, ποτὲ δὲ πρὸς τὰς λαπάρας, ποτὲ δὲ ἐς ἀμφότερα· διὸ δὴ καὶ θερμαίνοντες ἔξωθεν πυριήμασι πειρέονται μαλθάσσειν τὸν πόνον· ἀραιούμενον γὰρ ὑπὸ τῆς θερμασίης τοῦ πυριήματος διέρχεται τὸ πνεῦμα διὰ τοῦ σώματος, ὥστε παῦλάν τινα γενέσθαι τῶν πόνων. 10. Ἴσως δ’ ἄν τις εἴποι· πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας; ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν; οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα. Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων· ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων διὰ τὴν στενότητα τῶν ὁδῶν· τὸ δὲ λεπτότατον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται· τοῦτο δὴ τὸ ὑγρὸν ὅταν ἀθροισθῇ, ῥεῖ δι’ ἄλλων πόρων· ὅποι δ’ ἂν ἀθρόον ἀφίκηται τοῦ σώματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος· ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος· ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ’ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται. Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀήθεας τόπους, ἑλκοῖ· τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει· τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φάρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύτης· ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα· τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα· ἡ δὲ κεφαλὴ πάλιν παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ· ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας. Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλότριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν· ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν. Διὰ τί δὲ δήποτε τὸ ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους; αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν· τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ· ὅσοι δὲ διὰ πόνων πλῆθος ᾑμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πόνοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τόπον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια γίνεται.