11. Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε· ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ’ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει. 12. Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαίνει· καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ. Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν· ἤδη τινὲς ὀλεθρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος· παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασσον γίνεται. Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον· ὅτι παραυτίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέγαν· ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό· διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον. Ἄλλο δὲ αὐτέων τόδε σημεῖον· κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ’ ἐν τρισὶν ἡμέρῃσιν ὕστερον πάλιν πλήρεις γίνονται. Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ’ ἢ πνεῦμα; τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν; οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα· καὶ μὴν οὐδὲ σάρκες ὑπάρχουσιν ἔτι αἱ τηξόμεναι· λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ’ ὧν οὐδενὸς οὐδεμίη δύναιτ’ ἂν αὔξησις ὕδατος γεγενῆσθαι. 13. Τὸ μὲν οὖν αἴτιον τοῦ ὕδρωπος ἤδη εἴρηται· αἱ δὲ ἀποπληξίαι γίνονται καὶ αὐταὶ διὰ τὰς φύσας· ὅταν γὰρ αἱ φῦσαι ψυχραὶ οὖσαι καὶ πολλαὶ διαδύνωσι καὶ ἐμφυσήσωσι τὰς σάρκας, ἀναίσθητα ταῦτα γίνεται τοῦ σώματος· ἢν μὲν οὖν πολλαὶ φῦσαι ἐν ὅλῳ τῷ σώματι διατρέχωσιν, ὅλος ὥνθρωπος ἀπόπληκτος γίνεται· ἢν δὲ ἐν μέρει τινὶ, τοῦτο τὸ μέρος· καὶ ἢν μὲν ἀπέλθωσιν αὗται, παύεται ἡ νοῦσος· ἢν δὲ παραμείνωσι, παραμένει· ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς. 14. Δοκέει δέ μοι καὶ τὴν ἱερὴν καλεομένην νοῦσον τοῦτο εἶναι τὸ παρεχόμενον· οἷσι δὲ λόγοισιν ἐμαυτὸν ἔπεισα, τούτοισιν αὐτέοισι καὶ τοὺς ἀκούοντας πείσειν πειράσομαι. Ἡγεῦμαι δὲ ἔμπροσθεν, μηδὲν εἶναι μᾶλλον τῶν ἐν τῷ σώματι ξυμβαλλόμενον ἐς φρόνησιν, ἢ τὸ αἷμα· τοῦτο δὲ ὅταν μὲν ἐν τῷ καθεστεῶτι μένῃ, μένει καὶ ἡ φρόνησις· ἐξαλλάσσοντος δὲ τοῦ αἵματος, μεταπίπτει καὶ ἡ φρόνησις. Ὅτι δὲ ταῦθ’ ὧδ’ ἔχει, πολλὰ τὰ μαρτυρέοντα· πρῶτον μὲν, ὅπερ ἅπασι ζώοισι κοινόν ἐστιν, ὁ ὕπνος, οὗτος μαρτυρέει τοῖσιν εἰρημένοισιν· ὅταν γὰρ ἐπέλθῃ τῷ σώματι ὁ ὕπνος, τότε τὸ αἷμα ψύχεται, φύσει γὰρ πέφυκεν ὁ ὕπνος ψύχειν· ψυχθέντι δὲ τῷ αἵματι νωθρότεραι γίνονται αἱ διέξοδοι· δῆλον δέ· ῥέπει γὰρ τὰ σώματα καὶ βαρύνεται (πάντα γὰρ τὰ βαρέα πέφυκεν ἐς βυθὸν φέρεσθαι), καὶ τὰ ὄμματα συγκλείεται, καὶ ἡ φρόνησις ἀλλοιοῦται, δόξαι δέ τινες ἕτεραι ἐνδιατρίβουσιν, ἃ δὴ ἐνύπνια καλέονται. Πάλιν ἐν τῇσι μέθῃσι, πλέονος ἐξαίφνης γενομένου τοῦ αἵματος, μεταπίπτουσιν αἱ ψυχαὶ καὶ τὰ ἐν τῇσι ψυχῇσι φρονήματα, καὶ γίνονται τῶν μὲν παρεόντων κακῶν ἐπιλήσμονες, τῶν δὲ μελλόντων εὐέλπιδες ἀγαθῶν. Ἔχοιμι δ’ ἂν πολλὰ τοιαῦτα εἰπεῖν, ἐν οἷσιν αἱ τοῦ αἵματος ἐξαλλαγαὶ τὴν φρόνησιν ἐξαλλάσσουσιν. Ἢν μὲν οὖν παντελῶς ἅπαν ἀναταραχθῇ τὸ αἷμα, παντελῶς ἡ φρόνησις ἐξαπόλλυται· τὰ γὰρ μαθήματα καὶ τὰ ἀναγνωρίσματα ἐθίσματά ἐστίν· ὅταν οὖν ἐκ τοῦ εἰωθότος ἔθεος μεταστέωμεν, ἀπόλλυται ἡμῖν ἡ φρόνησις. Φημὶ δὲ τὴν ἱερὴν νοῦσον ὧδε γίνεσθαι· ὅταν πουλὺ πνεῦμα κατὰ πᾶν τὸ σῶμα παντὶ τῷ αἵματι μιχθῇ, πολλὰ ἐμφράγματα γίνεται πολλαχῆ ἀνὰ τὰς φλέβας· ἐπειδὰν οὖν ἐς τὰς παχείας καὶ πολυαίμους τῶν φλεβῶν πολὺς ἀὴρ βρίσῃ, βρίσας δὲ μένῃ, κωλύεται τὸ αἷμα διεξιέναι· τῇ μὲν οὖν ἐνέστηκε, τῇ δὲ νωθρῶς ὃιεξέρχεται, τῇ δὲ θᾶσσον· ἀνομοίης δὲ τῆς πορείης τῷ αἵματι διὰ τοῦ σώματος γενομένης, παντοῖαι αἱ ἀνομοιότητες· πᾶν γὰρ τὸ σῶμα πανταχόθεν ἕλκεται, καὶ τετίνακται τὰ μέρη τοῦ σώματος ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος, διαστροφαί τε παντοῖαι παντοίως γίνονται· κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀναίσθητοι πάντων εἰσὶ, κωφοί τε τῶν λεγομένων, καὶ τυφλοὶ τῶν γινομένων, ἀνάλγητοί τε πρὸς τοὺς πόνους· οὕτως ὁ ἀὴρ ταραχθεὶς ἀνετάραξε τὸ αἷμα καὶ ἐμίηνε. Καὶ ἀφροὶ διὰ τοῦ στόματος ἀνατρέχουσιν εἰκότως· διὰ γὰρ τῶν σφαγιτίδων φλεβῶν διαδύνων ὁ ἀὴρ, ἀνέρχεται μὲν αὐτὸς, ἀνάγει δὲ μεθ’ ἑωυτοῦ τὸ λεπτότατον τοῦ αἵματος· τὸ δὲ ὑγρὸν τῷ ἠέρι μιγνύμενον λευκοῦται· διὰ λεπτῶν γὰρ ὑμένων καθαρὸς ἐὼν ὁ ἀὴρ διαφαίνεται· διὸ δὴ λευκοὶ φαίνονται πάντες οἱ ἀφροί. Πότε μὲν οὖν παύονται τῆς νούσου καὶ τοῦ παρεόντος χειμῶνος οἱ ὑπὸ τούτου τοῦ νοσήματος ἁλισκόμενοι, ἐγὼ φράσω. Ὁκόταν γυμνασθὲν ὑπὸ τῶν πόνων τὸ σῶμα θερμανθῇ, θερμαίνεται καὶ τὸ αἷμα· τὸ δὲ αἷμα θερμανθὲν ἐξεθέρμηνε τὰς φύσας· αὗται δὲ διαθερμανθεῖσαι διαλύονται καὶ διαλύουσι τὴν ξύστασιν τοῦ αἵματος, αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος· ἀποζέσαντος δὲ τοῦ ἀφροῦ, καὶ καταστάντος τοῦ αἵματος, καὶ γαλήνης ἐν τῷ σώματι γενομένης, πέπαυται τὸ νόσημα. 15. Φαίνονται οὖν αἱ φῦσαι διὰ πάντων τῶν νοσημάτων μάλιστα πολυπραγμονοῦσαι· τὰ δ’ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι. Ὑπεσχόμην δὲ τὸ αἴτιον τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων· ἤγαγον δὲ τὸν λόγον ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις ἐφάνη· εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.