2. Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ μαλθακοῖσι καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυτοῦ ξηροτέροισι διαιτήμασι χρέεσθαι· ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων. Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ ὑγροτέρῃ διαίτῃ χρὴ τὸ πλεῖον τοῦ χρόνου ἐνδιαιτᾶσθαι· τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἐόντα. Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν· ἡ γὰρ ἡλικίη ξηρὴ, καὶ τὰ σώματα πέπηγεν. Τοὺς δὲ πρεσβυτέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλέον τοῦ χρόνου διάγειν· τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλθακὰ καὶ ψυχρά. Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χειμῶσιν· οὕτω γὰρ ἂν μάλιστα ὑγιαίνοιεν. 3. Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέρεος ἡσυχῆ, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ· δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶσσον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον. Λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι, χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων. Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα. 4. Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι, τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι, καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας ἐκ τοῦ κόπου καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκρημένον καὶ μὴ σφόδρα ψυχρὸν, καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοῖσι τοιουτοτρόποισιν· καὶ πίονα ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπὸ ἐλαχίστων ἐμπιπλαῖντο· ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν ὅσον οἷόν τε μάλιστ’ ἂν ᾖ. Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχέες γενέσθαι, τά τε ἄλλα ποιέειν τἀναντία κείνοισιν οἷσιν ἔφην, καὶ νήστιας μηδεμίην ταλαιπωρίην ποιέεσθαι. 5. Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης ὧδε χρέεσθαι· ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν, οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ, καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χωρίον τὸ ὑπὲρ τῶν φρενῶν· ὅταν δὲ ᾖ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι, ἡ γὰρ ὥρη καυματώδης, καὶ τὸ σῶμα χολωδέστερόν ἐστι, καὶ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι, καὶ θέρμαι γίνονται, καὶ ἐν τῇ γαστρὶ στρόφοι· δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἐκ τῶν χωρίων τουτέων. Ἔστω δὲ τὰ κατακλύσματα τοῖσι μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα· ἔστι δὲ τῶν κατακλυσμάτων τὰ λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν ἄλλων τοιουτέων· τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ, ἅλμη καὶ θάλασσα καὶ τὰ τοιαῦτα. Τοὺς δὲ ἐμέτους ὧδε χρὴ ποιέεσθαι· ὅσοι μὲν τῶν ἀνθρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων δραμόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης· ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένης ἐν ὕδατος χοέϊ, καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι, πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δ’ ἐπὶ θᾶσσον. Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπον τοιόνδε· λουσάμενος θερμῷ προπιέτω ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτω, καὶ μὴ πινέτω ἐπὶ τῷ σιτίῳ μηδ’ ἀπὸ τοῦ σιτίου, ἀλλ’ ἐπισχέτω ὅσον δέκα στάδια διελθεῖν, ἔπειτα δὲ ξυμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξὺν, πρῶτον μὲν ἀκρητέστερόν τε καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνον, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον, ἢ διὰ πεντεκαίδεκα· οἱ δὲ πᾶν τοὐναντίον ποιέουσιν. Ὁκόσοισι δὲ ἐπιτήδειον ἀνεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν, καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι, καὶ οἴνους πίνειν δισσοὺς καὶ τρισσούς· ὁκόσοι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσι τοὐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.