ΠΡΟΡΡΗΤΙΚΟS Α. 1. Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.