5. Κατάστασιν δὲ τῆς νούσου ἐκ τῶν πρώτων ἀρχομένων ὅ τι ἂν ἐκκρίνηται, ἐκ τῶν οὔρων ὁκοῖα ἂν ἔῃ, καὶ οἵη τις σύμπτωσις, χροιῆς ἀπάλλαξις, πνεύματος μινύθησις, καὶ τἄλλα μετὰ τούτων ἐπιθεωρέειν. Τὸ μὲν, εἰ ὅμοια τὰ ἀπιόντα, δεῖ εἰδέναι, διέξοδοι, οὖρα, καθ᾿ ὑστέρας, πτύαλα, κατὰ ῥῖνας, ὄμματα, ἱδρὼς, ἐκ φυμάτων, ἢ τρωμάτων, ἢ ἐξανθημάτων, ὁκόσα αὐτόματα, ὁκόσα τέχνῃσιν, ὅτι ὅμοια ἀλλήλοισι πάντα τὰ κρίνοντα, καὶ τὰ ὠφελέοντα, καὶ τὰ βλάπτοντα, καὶ τὰ ἀπολύοντα, ὡς τὰ μὲν περιφεύγων ἀποτρέπῃ, τὰ δὲ προσκαλέων καὶ ἄγῃ καὶ δέχηται. Καὶ τἄλλα δὲ οὕτω, δέρματος, ἀκρέων, ὑποχονδρίων, ἄρθρων, ὄμματος, στόματος, σχημάτων, ὕπνων, οἷα κρίνει, καὶ ὅτε τὰ τοιαῦτα δεῖ μηχανάασθαι. Καὶ ἔτι ὅσαι τοιαῦται ἀποστάσιες γίνονται, οἷαι ὠφελέουσι, βρώμασι, πόμασιν, ὀδμῇσιν, ὁράμασιν, ἀκούσμασιν, ἐννοήμασιν, ἀφόδοισιν, θάλψει, ψύξει, ὑγροῖσι, ξηροῖσιν, ὑγρῆναι, ξηρῆναι, χρίσμασιν, ἐγχρίσμασιν, ἐπιπλάστοισιν, ἐμπλάστοισιν, ἐπιπάστοισιν, ἐπιδέτοισιν, ἐπιθέτοισι, σχήματα, ἀνάτριψις, ἴησις, πόνος, ἀργίη, ὕπνος, ἀγρυπνίη, πνεύμασιν ἄνωθεν, κάτωθεν, κοινοῖσιν, ἰδίοισι, τεχνητοῖσιν, ἐν τοῖσι παροξύσμοισι μήτε ἐοῦσι, μήτε μέλλουσι, μήτ᾿ ἐν ποδῶν ψύξει, ἀλλ᾿ ἐν καταῤῥόπῳ τῇ νούσῳ. 6. Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσι τὰ προσάρματα μὴ διδόναι μηδὲ ἀναγκάζειν, ἀλλ᾿ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀπαρτὶ μὴ κινέειν, μήτε νεωτεροποιέειν μήτε φαρμακείῃσι, μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ᾿ ἐᾷν. Τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι. Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, εἰ μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. Ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ᾿ ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· ὅκου δὲ δεῖ, γυιῶσαι, ἢ λειποθυμῆσαι, ἕως ἂν τοῦτο ποιηθῇ, οὕνεκα ποιέεται· εἴ τι ἄλλο τότε δεῖ, ἐπ᾿ ἄλλο ῥέψαι, ἢ ξηρῆναι, ἢ ὑγρῆναι, ἢ ἀντισπάσαι, ἢν ἐξαρκέῃ ὁ νοσέων· τούτοισι τεκμαίρεσθαι· τὰ μὲν ξηρὰ, θερμὰ ἔσται, τὰ δὲ ὑγρὰ, ψυχρά· διαχωρητικὰ δὲ τἀναντία, ὡς ἐπὶ τὸ πολὺ δὲ ταῦτα. Ἐν τῇσι περισσῇσιν ἄνω, ἢν καὶ αἱ περίοδοι καὶ ἡ κατάστασις τοιαύτη ἔῃ τῶν παροξυσμῶν· γίνεται δὲ τὰ πλεῖστα ἐν τῇσιν ἀρτίῃσι κάτω· οὕτω γὰρ καὶ αὐτόματα ὠφελέει, ἢν αἱ περίοδοι τοὺς παροξυσμοὺς ἐν τῇσιν ἀρτίῃσι ποιέωνται· ἐν δὲ τοῖσι μὴ τοιούτοισιν, ἐν μὲν ἀρτίῃσιν ἄνω, ἐν δὲ περισσῇσι κάτω· ὀλίγαι δὲ τοιαῦται, αἱ δὲ τοιαῦται δυσκριτώτεραι καταστάσιες. Ἀτὰρ καὶ τὰ πρόσω χρόνου προήκοντα ἀνάγκη οὕτως, οἷον τρισκαιδεκαταῖα, τεσσαρεσκαιδεκαταῖα, τρισκαιδεκάτῃ μὲν κάτω, τεσσαρεσκαιδεκάτῃ δὲ ἄνω (πρὸς γὰρ τὸ κρίσιμον οὕτω ξυμφέρει), καὶ ὁκόσα εἰκοσταῖα, πλὴν ὁκόσα κάτω. Πολλὰ δὲ δεῖ καθαίρειν, ταῦτα δὲ μὴ ἐγγὺς οὕτω κρίσιος, ἀλλὰ προσωτέρω· δεῖ δὲ ὀλιγάκις ἐν ὀξέσι πολλὰ ἄγειν. 7. Τοῖσι κοπώδεσι τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν· ἢν ἀργὸς ἡ νοῦσος ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες· μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω. Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται· ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί· ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαινει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς. 8. Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι, ἐν ᾗσιν ὥρῃσιν ἀνθέουσι, καὶ οἷα ἐν ἑκάστῃ νουσήματα ποιέουσι, καὶ οἷα ἐν ἑκάστῳ νουσήματι παθήματα. Τὸ δὲ σῶμα τὸ ἄλλο, ἐς ὅ τι μάλιστα νόσημα ἡ φύσις ῥέπει· οἷόν τι σπλὴν οἰδέων ποιέει, τούτων τι καὶ ἡ φύσις· σχεδόν τι καὶ χρώματα κακίω, καὶ σώματα σειρέει, καὶ εἴ τι ἄλλο, ταῦτα διαγεγυμνᾶσθαι. 9. Ψυχῆς, ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι᾿ ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι᾿ ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος· αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι· τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς· οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν. Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.