10. Τὰ ἔξωθεν ὠφελέοντα ἢ βλάπτοντα, ἄλειψις, κατάχυσις, κατάχρισις, κατάπλασις, ἐπίδεσις ἐρίων καὶ τῶν τοιούτων, καὶ τὰ ἔνδοθεν ὑπακούει τούτων ὁμοίως ὥσπερ τὰ ἔξω τῶν ἔσω προσφερομένων· ἀτὰρ καὶ τάδε, ἐν ἐρίοισι κοίτη πινώδεσι, καὶ τὸ παρὰ βασιλεῖ λεγόμενον κύμινον, ὁρῶσιν, ὀσφραινομένοισιν· ὅσα κεφαλῆς ἀγωγὰ, ταρακτικὰ, λόγοι, φωνὴ, καὶ τὰ τοιαῦτα· μαζοὶ, γονὴ, ὑστέρη, σημήϊα ταῦτ᾿ ἐν τῇσιν ἡλικίῃσι, καὶ ἐν τοῖσι πνιγμοῖσι, καὶ βηξὶ, τὰ πρὸς ὄρχιν. 11. Ὥσπερ τοῖσι δένδρεσιν ἡ γῆ, οὕτω τοῖσι ζώοισιν ἡ γαστήρ· καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει δὲ πληρουμένη· ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω καὶ ἡ κοιλίη. Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα, ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι τοιοῦτον. Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται, χρωμένοισι μετρίως βελτίω· ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ, παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην ἴσχει ὥσπερ ἀγγεῖον. 12. Οἱ τρόποι τῶν νούσων, τὰ μὲν συγγενικά ἐστιν εἰδέναι πυθόμενον, καὶ τὰ ἀπὸ τῆς χώρης (οἰκέονται γὰρ οἱ πολλοὶ, διὸ πλέονες ἴσασι), τὰ δὲ ἐκ τοῦ σώματος, καὶ τῶν διαιτημάτων, καὶ καταστάσιος τῆς νούσου, ἢ ἀπὸ ὡρέων. Αἱ δὲ χῶραι πρὸς τὰς ὥρας κακῶς κείμεναι τοιαῦτα τίκτουσι νουσήματα, ὁκοίη ἂν ἡ ὥρη, ταύτῃ ὁμοίως, οἷον ἀνώμαλον θάλπος ἢ ψῦχος τῆς αὐτῆς ἡμέρης, ὅταν τοιαῦτα ποιέῃ, φθινοπωρινὰ ἐν τῇ χώρῃ τὰ νουσήματα· καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσι κατὰ λόγον. Τὰ μὲν ἀπὸ ὀδμέων βορβορωδέων ἢ ἑλωδέων, τὰ δὲ ἀπὸ ὑδάτων, λιθιῶντα, σπληνώδεα, τὰ τοιαῦτα δ᾿ ἀπὸ πνευμάτων χρηστῶν τε καὶ κακῶν. 13. Ὥρης δὲ οἷαι ἔσονται αἱ νοῦσοι καὶ καταστάσιες, ἐκ τῶνδε· ἢν αἱ ὧραι ὡραίως, εὐτάκτως, εὐκρινέας νούσους ποιέουσιν· αἱ δὲ ἐπιχώριοι τῇσιν ὥρῃσι νοῦσοι δῆλαι τοὺς τρόπους· ὅ τι δ᾿ ἂν ἐξαλλάξῃ ἡ ὥρη, ὅμοια ἢ ἀνόμοια ἔσται τὰ νουσήματα, οἷα ἐν τῇ ὥρῃ ταύτῃ γίνεται· ἢν δ᾿ ὁμοίως ἄγῃ, τοιουτότροπα καὶ ἐπὶ τοιοῦτο εἱλκυσμένα, οἷον ἴκτερον φθινοπωρινόν· ψύχεα γὰρ ἐκ θαλπέων, καὶ θάλπος ἐκ ψύχεος· καὶ ἢν τὸ θερινὸν χολῶδες γένηται, καὶ αὐξηθὲν ἐγκαταλειφθῇ, καὶ ὑπόσπληνοι. Ὅταν οὖν καὶ ἦρ οὕτως ἀγάγῃ, καὶ ἦρος γίνονται ἴκτεροι· ἐγγυτάτω γὰρ αὕτη ἡ κίνησις τῇ ὥρῃ κατὰ τοῦτο τὸ εἶδός ἐστιν. Ὅταν δὲ θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτες ἐν τοῖσι πυρετοῖσι, καὶ εὔτροποι, καὶ οὐ κατόξεες, οὐδὲ κατάξηροι γλώσσῃσιν. Ὅταν δὲ χειμέριον γένηται ἦρ καὶ ὀπισθοχειμὼν, χειμεριναὶ καὶ αἱ νοῦσοι, καὶ βηχώδεες, καὶ περιπλευμονικαὶ, καὶ κυναγχικαί. Καὶ φθινοπώρου, ἢν μὴ ἐν ὥρῃ καὶ ἐξαίφνης χειμάσῃ, μὴ ξυνεχέως τοιαύτας νούσους ποιέει διὰ τὸ μὴ ἐν, ὥρῃ ἦρχθαι, ἀλλὰ ἀνώμαλα γίνεται· διόπερ καὶ αἱ ὧραι ἄκριτοι καὶ ἀκατάστατοι γίνονται, ὥσπερ καὶ αἱ νοῦσοι, ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· φιλυπόστροφοι γὰρ καὶ αἱ ὧραι γίνονται, οὕτω νοσοποιέουσαι. Προσλογιστέον οὖν, ὁκοίως ἂν ἔχοντα τὰ σώματα αἱ ὧραι παραλαμβάνωσιν. 14. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί· ὅταν οὗτος δυναστεύῃ, τοιουτότροπα ἐν τῇσι νούσοισι πάσχουσιν· ἕλκεα μαδαρὰ, μάλιστα στόμα, αἰδοῖον, καὶ τἄλλα. Ἢν δὲ βόρειον, βῆχες, φάρυγγες, κοιλίαι σκληρότεραι, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων, ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι μᾶλλον τὰ νουσήματα. Ἢν μᾶλλον πλεονάζῃ, αὐχμοῖσιν οἱ πυρετοὶ ἕπονται καὶ ὄμβροισιν, ἐξ ὁποίων ἂν οἱ πλεονασμοὶ μεταπέσωσι, καὶ ὅκως ἂν ἔχοντα τὰ σώματα παραλάβωσιν ἐκ τῆς ἑτέρης ὥρης, καὶ ὁκοιουτινοσοῦν χυμοῦ δυναστεύοντος ἐν τῷ σώματι. Ἀτὰρ ἀνυδρίαι νότιαι, βόρειαι· διαφέρει γὰρ καὶ τἄλλα οὕτω· μέγα γὰρ καὶ τοῦτο· ἄλλος γὰρ ἐν ἄλλῃ ὥρῃ καὶ χώρῃ μέγας, οἷον τὸ θέρος χολοποιὸν, ἦρ ἔναιμον, τἄλλα ὡς ἕκαστα.