ΠΕΡΙ ΧΥΜΩΝ. 1. Τὸ μὲν χρῶμα τῶν χυμῶν, ὅκου μὴ ἄμπωτίς ἐστι τῶν χυμῶν, ὥσπερ ἀνθέων· ἀκτέα, ᾗ ῥέπει, διὰ τῶν ξυμφερόντων χωρίων, πλὴν ὧν οἱ πεπασμοὶ ἐκ τῶν χρόνων· οἱ πεπασμοὶ ἔξω ἢ ἔσω ῥέπουσιν ἢ ἄλλῃ ὅπη δεῖ. Εὐλαβείη· ἀπειρίη· δυσπειρίη· μαδαρότης· σπλάγχνων κενότης, τοῖσι κάτω πλήρωσις, τοῖσιν ἄνω, τροφή· ἀναῤῥοπίη, καταῤῥοπίη· τὰ αὐτόματα, ἄνω καὶ κάτω, ἃ ὠφελέει καὶ βλάπτει ξυγγενὲς εἶδος, χώρη, ἔθος, ἡλικίη, ὥρη; κατάστασις νούσου, ὑπερβολὴ, ἔλλειψις, οἷσιν ὁκόσον λείπεται, ἢ οὔ· κάθαρσις καὶ κένωσις, ἄκη· ἔκκλισις· παροχέτευσις ἢ ἐς τὴν κεφαλὴν, ἢ ἐς τὰ πλάγια, ᾗ μάλιστα ῥέπει· ἢ ἀντίσπασις, ἐπὶ τοῖσιν ἄνω, κάτω, ἄνω, ἐπὶ τοῖσι κάτω· ἢ ξηρῆναι· ἢ οἷσι τὰ κάτω, ἢ ἄνω ἐκπλύνεται, ἢ οἷσι παρηγορήσεται· μὴ τὰ ἐκκεχυμωμένα ἐς τὸ ἔσω ἀπολαμβάνειν, ἀλλὰ τὰς ἀφόδους ξηραίνειν. Τάραξις, κατάκλυσις, διάνιψις, οἷσιν ἀποστήσεται πρὸς ἕδρην, ὅθεν ἀθέλγεται, ἢ φάρμακον, ἢ ἕλκος, ἢ χυμός τις συνεστηκὼς, ἢ βλάστημα, ἢ φῦσα, ἢ σῖτος, ἢ θηρίον, ἢ καῦμα, ἢ ἄλλο τι πάθος. 2. Σκεπτέα ταῦτα· τὰ αὐτόματα λήγοντα, ἢ οἷον αἱ ἀπὸ καυμάτων ἐπεγειρόμεναι φλυκτίδες, ἐφ᾿ οἷσιν οἷα βλάπτει ἢ ὠφελέει, σχήματα, κίνησις, μετεωρισμὸς, παλινίδρυσις, ὕπνος, ἐγρήγορσις, ἁλύκη, χάσμη, φρίκη, ἅτε ποιητέα ἢ κωλυτέα, φθάσαι. Παίδευσις ἐμέτου, κάτω διεξόδου, πτυάλου, μύξης, βηχὸς, ἐρεύξιος, λυγμοῦ, φύσης, οὔρου, πταρμοῦ, δακρύων, κνησμῶν, τιλμῶν, ψαυσίων, δίψης, λιμοῦ, πλησμονῆς, ὕπνων, πόνων, ἀπονίης, σώματος, γνώμης, μαθήσιος, μνήμης, φωνῆς, σιγῆς. 3. Τῇ ὑστερικῇ καθάρσεις, τὰ ἄνωθεν καταῤῤηγνύμενα, καὶ στροφοῦντα, λιπαρὰ, ἄκρητα, ἀφρώδεα, θερμὰ, δάκνοντα, ἰώδεα, ποικίλα, ξυσματώδεα, τρυγώδεα, αἱματώδεα, ἄφυσα, ὠμὰ, ἑφθὰ, αὖα, ἅσσα περιῤῥέοι, εὐφορίην καθορέων ἢ δυσφόρίην, πρὶν κίνδυνον εἶναι, οἷα οὐ δεῖ παύέιν. Πεπασμὸς, κατάβασις τῶν κάτω, ἐπιπόλασις τῶν ἄνω, καὶ τὰ ἐξ ὑστερέων, καὶ ὁ ἐν ὠσὶ ῥύπος· ὀργασμὸς, ἄνοιξις, κένωσις, θάλψις, ψύξις, ἔσωθεν, ἔξωθεν, τῶν μὲν, τῶν δ᾿ οὔ. Ὁκόταν ἐῃ κάτωθεν ὀμφαλοῦ τὸ στρέφον, βραδὺς, μαλθακὸς ὁ στρόφος, ἔμπαλιν δὲ ἐς τοὐναντίον. 4. Τὰ διαχωρέοντα, ᾗ ῥέπει, ἄναφρα, πέπονα, ὠμὰ, ψυχρὰ, δυσώδεα, ξηρὰ, ὑγρά. Μὴ καυσώδεσι δίψα πρόσθεν μὴ ἐνεοῦσα, μηδὲ καῦμα, μηδὲ ἄλλη πρόφασις, οὖρον, ῥινὸς ὑγρασμός. Τὴν ἔῤῥιψιν, καὶ τὸν αὐασμὸν, καὶ τὸ ἀσύμπτωτον, καὶ τὸ θολερὸν πνεῦμα, ὑποχόνδριον, ἄκρεα, ὄμματα προσκακούμενα, χρώματος. μεταβολὴ, σφυγμοὶ, ψύξιες, παλμοὶ σκληρυσμὸς δέρματος, νεύρων, ἄρθρων, φωνῆς, γνώμης, σχῆμα ἑκούσιον, τρίχες, ὄνυχες, τὸ εὔφορον, ἢ μὴ οἷα δεῖ. Σημήϊα ταῦτα; ὀδμαὶ χρωτὸς, στόματος, ὠτὸς, διαχωρήματος, φύσης, οὔρου, ἕλκεος; ἱδρῶτος, πτυάλου, ῥινὸς, χρὼς ἁλμυρὸς, ἢ πτύαλον, ἢ ῥὶς, ἢ δάκρυον, ἢ ἄλλοι χυμοί· πάντη ὅμοια τὰ ὠφελέοντα, τὰ βλάπτοντα. Ἐνύπνια οἷα ἂν ὁρέῃ, καὶ ἐν τοῖσιν ὕπνοισιν οἷα ἂν ποιέῃ, ἢν ἀκούῃ ὀξὺ, καὶ πυθέσθαι προθυμέηται, ἐν τῷ λογισμῷ μέζω καὶ ἰσχυρότερα τὰ πλείω, ἐπίκαιρα, σώζοντα· μὴ ἐπίκαιρα, τῶν ἑτέρων· ἢν αἰσθάνωνται πάσῃ αἰσθήσει πάντων, καὶ φέρωσιν, ὁκοῖον ὀδμὰς, λόγους, ἱμάτια, σχήματα. Τοιαῦτα εὐφόρως, ἅπερ καὶ αὐτόματα ἐπιφαινόμενα ὠφελέει, καὶ ὁκότε κρίσιν τὰ τοιαῦτα ἐμποιέει, καὶ τοσαῦτα, καὶ τοιαῦτα, οἷον φῦσαι, οὖρον, οἷον καὶ ὁκόσον καὶ ὁκότε· ὁκόσα δ᾿ ἐναντία, ἀποτρέπειν, μάχεσθαι αὐτοῖσιν. Τὰ ἐγγὺς καὶ τὰ κοινὰ τοῖσι παθήμασι πρῶτα καὶ μάλιστα κακοῦται.