<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0627.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg011.perseus-grc2" n="31"><label>31.</label><p rend="align(indent)">ὅταν δὲ ἐκστῇ ὁ ποὺς, ἢ μοῦνος, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μᾶλλον ἐς τὸ ἔσω. εἰ δὲ μὴ ἐμπέσοι, λεπτύνεται ἀνὰ χρόνον ἰσχίου καὶ μηροῦ καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. ἐμβολὴ, ὡς ἡ καρποῦ, κατάτασις δὲ ἰσχυροτέρη. ἴησις, νόμος ἄρθρων. Παλιγκοτέει ἧσσον καρποῦ, ἢν ἡσυχάσῃ. δίαιτα μείων, ἐλινύουσι γάρ. τὰ δὲ ἐκ γενεῆς μὲν ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg011.perseus-grc2" n="32"><label>32.</label><p rend="align(indent)">ἐπεὶ τὰ σμικρὸν ὠλισθηκότα ἐκ γενεῆς, ἔνια οἷά τε διορθοῦσθαι· μάλιστα δὲ ποδὸς κύλλωσις· κυλλώσιος γὰρ οὐχ εἷς ἐστι τρόπος. ἡ δὲ ἴησις τουτέου· κηροπλαστεῖν· κηρωτὴ ῥητινώδης, ὀθόνια συχνὰ, ἢ πέλμα, ἢ μολύβδιον προσεπιδεῖν, μὴ χρωτί· ἀνάληψις, τά τε σχήματα ὁμολογείτω.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg011.perseus-grc2" n="33"><label>33.</label><p rend="align(indent)">ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπκιωρέεσθαι, μηδʼ ἀπαναγκάζεσθαι. ἴησις δὲ, πισσηρῇ, ἢ σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν (ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν), καὶ φύλλοισιν· χειμῶνος δὲ, εἰρίοισι ῥερυπωμένοισι τῆς σκέπης εἵνεκα· μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν· δίαιτα λεπτή. ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις· εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια. μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς· ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πη ἄλλῃ, κατὰ λόγον. ὀστέα οὐ μάλα ἀφίστανται· μικρὰ γὰρ ψιλοῦται, <pb n="376"/> περιωτειλοῦται λεπτῶς. τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ ἀνωτάτω. ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα ἄκρην· ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους· ἐγχειρέειν ἐμβάλλειν ἢ τῇ πρώτῂ, ἢ τῇ δευτέρῃ· ἢν δὲ μὴ, πρὸς τὰς δέκα· ἥκιστα τεταρταῖα· ἐμβολὴ δὲ, οἱ μοχλίσκοι· ἴησις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη· ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι. τὰ δʼ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι· τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα. ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα· καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς, εἴ τις ἄρα ἐλπίς· οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλʼ ἀπὸ τῶν ἐντεινόντων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg011.perseus-grc2" n="34"><label>34.</label><p rend="align(indent)">αἱ δὲ ἀποκοπαὶ ἢ ἐν ἄρθρῳ, ἢ κατὰ τὰ ὀστέα, μὴ ἄνω, ἀλλʼ ἢ παρὰ τῷ ποδὶ, ἢ παρὰ τῇ χειρὶ, ἐγγὺς περιγίνονται, ἢν μὴ αὐτίκα μάλα λειποθυμίῃ ἀπόλωνται. ἴησις, ὡς κεφαλῆς, θέρμη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0627.tlg011.perseus-grc2" n="35"><label>35.</label><p rend="align(indent)">Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασί πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν. καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα. οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῥήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ᾗ ἂν τὰ ὅρια τῇς ψιλώσιος ᾖ, ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ. δεῖ δὲ τὰ κατωτέρω <pb n="378"/> τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος (προθνήσκει γὰρ), φυλασσόμενον ὀδύνην· ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν. μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, ἡ δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη· κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη. ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί. τὰ δʼ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλʼ ἐπιπολαιότερον. προσδέχεσθαι ταῦτα χρή· τὰ γὰρ πλεῖστα φοβερώτερα ἢ κακίω. ἡ ἴησις πραεῖα· θέρμῃ, διαίτῃ ἀκριβεῖ· κίνδυνος αἱμοῤῥαγιῶν, ψύχεος· σχήματα δὲ, ὡς μὲν ἀνάῤῥοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ἢ ὅσα ξυμφέρει. ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῥαγίαι· δυσεντερίαι, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ· οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον.</p></div></div></body></text></TEI>