27. τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται, ἢ τῇσι χερσὶν ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεύσης· κοινὸν δὲ πᾶσιν. 28. τὰ δὲ ἐν ποδὶ, ὡς τὰ ἐν χειρὶ, ὑγιῆ.