26. γόνυ δὲ εὐηθέστερον ἀγκῶνος, διὰ τὴν εὐσταλίην καὶ εὐφυΐην· διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον. ἐκπίπτει δὲ πλειστάκις ἐσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν. ἐμβολαὶ δὲ, ἢ ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα ἐν τῇ τῶν ὄπισθεν· δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν. τὰ δὲ ἔνθα, ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ ὄπισθεν· ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. ἡ διόρθωσις ἅπασι κοινή. ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι· μινύθει δὲ μηροῦ καὶ κνήμης τὸ ἔμπροσθεν. ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω. ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρόσθεν. 27. τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται, ἢ τῇσι χερσὶν ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεύσης· κοινὸν δὲ πᾶσιν. 28. τὰ δὲ ἐν ποδὶ, ὡς τὰ ἐν χειρὶ, ὑγιῆ. 29. τὰ δὲ ἐν τῇ κνήμῃ συγκοινωνέοντα καὶ μὴ ἐμπεσόντα, ἐκ γενεῆς καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταῦτα ἃ καὶ ἐν χειρί. 30. ὅσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιθλασθῆναι, ὅταν γένηται οἷα τὰ δεινότατα, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν. καὶ ῥοικώδη μὲν τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. ἐπεὶ καὶ οἷσιν ἂν καταγεῖσιν, ἢ ὑπὸ τρώματος οἷα ἐν κνήμῃ, ἢ μηρῷ, νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τουτέοισιν, ἢ ἐξ ἄλλης κατακλίσιος ἀμελέος ἐμελάνθη ἡ πτέρνη, καὶ τουτέοισι παλίγκοτα ἐκ τοιουτέων. ἔστιν ὅτε πρὸς σφακελισμῷ γίνονται πυρετοὶ ὑπεροξέες, λυγγώδεες, τρομώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥόων πελιώσιες, καὶ γαγγραινώσιες. σημεῖα τῶν παλιγκοτησάντων· ἢν τὰ ἐκχυμώματα, καὶ τὰ μελάσματα, καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα ᾖ· ἢν γὰρ ξὺν σκληρύσματι πελιωθῇ, κίνδυνος μελανθῆναι· ἢν δʼ ὑποπέλια ἢ καὶ πέλια μάλα, καὶ κεχυμένα, ἢ ὑπόχλωρα καὶ μαλθακὰ, ταῦτα ἐν πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. ἴησις δὲ, ἢν μὲν ἀπύρετοι ἔωσιν, ἐλλεβορίζειν· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν διδόναι ὀξύγλυκυ, εἰ δέοι. ἐπίδεσις δὲ, ἡ ἄρθρων σύνδεσις· ἔτι δὲ ταῦτα· μᾶλλον τοῖσι φλάσμασι, καὶ ὀθονίοισι πλέοσι καὶ μαλθακωτέροισι χρῆσθαι· πίεξις ἧσσον· ὕδωρ πλέον· προσπεριβάλλειν τὰ πλεῖστα τῇ πτέρνῃ. τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς την πτέρνην ἀποπιέζηται· ἀνωτέρω γούνατος· ἔστω εὔθετος· νάρθηξι μὴ χρήσασθαι.