16. χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. σημεῖα δʼ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται· ἢν δʼ ἔξω, ἐκτείνειν. ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δʼ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. ἴησις, ὀθονίοισιν. 17. ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα· ἔστι δʼ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δʼ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δʼ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν. ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι. 18. ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει. 19. δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν. ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν. ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις. μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν. ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος· καὶ σάρκες μινύθους τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει. 20. μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας· ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δʼ ἄλλα ὁμοίως. σημεῖα· κοινὸν μὲν τὸ ἕτερον σκέλος· ἴδιον δὲ τοῦ μὲν εἴσω· παρὰ τὸν περίνεον ψαύεται ἡ κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς· καὶ γὰρ οὖν ἔξω ὁ ποὺς καὶ τὸ γόνυ ῥέπει. ἢν μὲν οὖν ἐκ γενεῆς ἢ ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος ὁ μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα· μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω. οὗτοι κατοκνέουσιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές· ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ ἢ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν· ὅσῳ γὰρ μεῖον, τόσῳ ῥᾷον. ἢν δʼ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται· ὁδοιπορέουσι δὲ περιστροφάδην· ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες· τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δʼ ἀποβαίνειν (οὐ γὰρ δύναται ὀχέειν), ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες. κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα. ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες.