11. ταῦτα δὲ ταχέως διαπωροῦται. ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω ὀστέα τοῦ σίνεος, πλεῖστον τὰ ἐγγύτατα πήχεος, δεύτερον χειρὸς, τρίτον δακτύλων. βραχίων δὲ καὶ ὦμος ἐγκρατέστερα διὰ τὴν τροφήν. ἡ δʼ ἑτέρη χεὶρ διὰ τὰ ἔργα πλείω ἔτι ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, εἴσω, εἰ δὲ μὴ, ἐς τοὐναντίον ᾗ ἐξέπεσεν. 12. ἀγκὼν δὲ ἢν μὲν ἔξω ἢ ἔσω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ, κοινῷ τῷ πήχει πρὸς βραχίονα· τὴν γὰρ μασχάλην ἀναλαβὼν ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποθείς τι παρὰ τὸ ἄρθρον βάρος ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάσαι. Ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν. ἐπίδεσις ἐν τούτῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις. 13. τὰ δʼ ὄπισθεν ἐξαίφνης ἐκτείνοντα διορθοῦν τοῖσι θέναρσιν· ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει, καὶ τοῖσιν ἑτέροισιν. ἢν δὲ πρόσθεν, ἀμφὶ ὀθόνιον ξυνειλεγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦσθαι. 14. ἢν δʼ ἑτεροκλινὲς ᾖ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. τῆς δὲ μελέτης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. δύναται γὰρ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν πάντα. 15. τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος· αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ ἢ τῇ, ξὺν τῷ τάχει.