72. Εἴρηται δὲ καὶ πρόσθεν ἤδη, ὅτι ἐπάξιον, ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει, ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ἢ ὀλίγῳ μέζον, εὖρος δὲ, ὡς δίπηχυ, πάχος δὲ, ἀρκέει σπιθαμιαῖον· ἔπειτα κατὰ μῆκος μὲν, ἔνθεν καὶ ἔνθεν ἐντομὴν ἔχειν χρὴ, ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ ἡ μηχάνησις ἔῃ· ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, καὶ ἰσχυρῶς ἐνηρμοσμένας, ὀνίσκον ἔχειν ἑκατέρωθεν· ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσεϊ τοῦ ξύλου (οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς) ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἢ ἓξ, διαλείπουσας ἀπ᾿ ἀλλήλων ὡς τέσσαρας δακτύλους, αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι, καὶ βάθος οὕτως. Ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην, ἐπὶ τετράγωνον, ὡς τριῶν δακτύλων, καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν, ξύλον ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ, ἐπήν ποτε δοκέῃ ξυμφέρειν, μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. Τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι πρὸς ποδῶν ἕλκουσιν· ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος· ἐνίοτε δὲ καὶ, κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν, αὐτὸ τὸ ξύλον τοῦτο, χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ, ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος. Διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντετμέαται, ὡς, καθ᾿ ὁκοίην ἂν αὐτέων ἁρμόσῃ, ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι, ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων, ἢ κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος ξυμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ ἔσω, καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα· ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει. Εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς, τῶν κατὰ τὰ σκέλεα, αὕτη ἡ μόχλευσις ξὺν τῇ κατατάσει. Περὶ οὗ οὖν ὁ λόγος ἐστὶ, στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι· τῷ μέντοι ἔξω ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶναι. Ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκέει οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖν. 73. Εὕροι δ᾿ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς· εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν· ῥηΐδιον δὲ ἁρμόζειν· τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. Ἔπειτα χρὴ ξύλον, ἔχον πλάτος μέτριον καὶ μῆκος, ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι, ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε· προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος, ὅκως ἂν μετρίως ἔχῃ. Κἄπειτα κατατεινομένου τοῦ σκέλεος, εἴτε ξύλῳ ὑπεροειδέϊ, εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ· τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. Καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὴν ἀρχαίην φύσιν. Αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ, καὶ πᾶσαι κρέσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζῃ. Ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.