<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0627.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="64"><p>64. Ωὑτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα <lb/>τὰ παρὰ τὸν καρπὸν
                        τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, <lb/>ἤν τε ἐς τὸ ἔσω μέρος τῆς χειρὸς, ἤν
                        τε ἐς τὸ ἔξω. Σάφα γὰρ <lb/>ἐπίστασθαι χρὴ, ὅτι ἀποθανεῖται ἐν ὀλίγῃσιν
                        ἡμέρῃσι τοιούτῳ θανάτῳ, <lb/>οἵῳπερ καὶ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα
                        τὰ ὀστέα <lb/>ἐμμείνῃ. Οἷσι δ᾿ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι,
                        <lb/>οὗτοι πολὺ πλείονες περιγίνονται· ἰητρείη δὲ τοιαύτη τοῖσι τοιουτέοισιν
                        <lb/>ἐπιτηδείη, οἵηπερ εἴρηται· τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος
                        <lb/>ἀνάγκη εἶναι, καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ <lb/>ἀχρηΐους·
                        ἢν μὲν γὰρ ἐς τὸ ἔσω μέρος ὀλίσθῃ τὰ ὀστέα, ξυγκάμπτειν <lb/>οὐ δύνανται
                        τοὺς δακτύλους· ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκτανύειν <lb/>οὐ δύνανται. </p></div><div type="textpart" subtype="chapter" n="65"><p>65. Ὅσοισι δ᾿ ἂν κνήμης ὀστέον, ἕλκος ποιησάμενον παρὰ τὸ <pb n="276"/> γόνυ,
                        ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ ἔσω, <lb/>τούτοισιν ἢν μέν
                        τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν, <lb/>ἤπερ τοῖσιν ἑτέροισι,
                        καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. Ἢν δὲ <lb/>μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν
                        σωτερίης οὕτω μόνως εἰσίν. <lb/>Κινδυνοδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται,
                        ὅσῳ ἂν ἀνωτέρω, <lb/>καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ, καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ.
                        <lb/>Ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῶ γόνατος ἕλκος <lb/>ποιησάμενον
                        ἐξολίσθῃ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν, ἔτι βιαιότερον <lb/>καὶ θᾶσσον τὸν
                        θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ <lb/>ἐμβληθὲν δὲ, πουλὺ
                        κινδυνωδέστερον, ἢ τὰ πρόσθεν· ὅμως δὲ <lb/>μούνη ἐλπὶς αὕτη σωτερίης. </p></div></div></body></text></TEI>