46. ἒστι δʼ ὅτε αὐτὴ ἡ κεφαλὴ τοῦ βραχίονος κατὰ τὴν ἐπίφυσιν κατάγνυται· τοῦτο δὲ δοκέον κακοσινώτερον εἶναι πολλῷ, πολλῷ τινι εὐηθέστερον τῶν κατʼ ἀγκῶνα σινέων ἐστίν. 47. ὡς μὲν οὖν ἕκαστα τῶν ὀλισθημάτων ἁρμόσσει μάλιστα ἰητρεύειν, γέγραπται, καὶ ὅτι παραχρῆμα ἐμβάλλειν μάλιστα ἄρθρον ξυμφέρει διὰ τὸ τάχος τῆς φλεγμονῆς τῶν νεύρων. καὶ γὰρ ἢν ἐκπεσόντα αὐτίκα ἐμπέσῃ, ὅμως φιλέει τὰ νεῦρα ξύντασιν ποιέεσθαι, καὶ κωλύειν ἐπὶ ποσὸν χρόνον τήν τε ἔκτασιν ὅσην περ φιλέει ποιέεσθαι, τήν τε ξύγκαμψιν. ἰητρεύειν δὲ πάντα παραπλησίως ταῦτα ξυμφέρει, καὶ ὁκόσα ἀπάγνυται, καὶ ὁκόσα διίσταται, καὶ ὁκόσα ὀλισθάνει· πάντα γὰρ χρὴ ὀθονίοισι πολλοῖσι καὶ σπλήνεσι καὶ κηρωτῇ ἰητρεύειν, ὥσπερ καὶ τἄλλα κατήγματα. τὸ δὲ σχῆμα τοῦ ἀγκῶνος ἐν τούτοισι παντάπασι δεῖ τοιοῦτον ποιέεσθαι, οἷόν περ οἷσι βραχίων ἐπεδεῖτο καταγεὶς, καὶ πῆχυς. κοινότατον μὲν γὰρ πᾶσι τοῖσιν ὀλισθήμασι καὶ τοῖσι κινήμασι καὶ τοῖσι κατήγμασι τοῦτο τὸ σχῆμά ἐστιν· κοινότατον δὲ πρὸς τὴν ἔπειτα διάτασιν, καὶ τὸ ἐκτανύειν ἕκαστα, καὶ ξυγκάμπτειν· ἐντεῦθεν γὰρ ὁδοὶ ἐς ἀμφότερα παραπλήσιοι. Εὐοχώτατον δὲ καὶ εὐανάληπτον αὐτῷ τῷ κάμνοντι τοῦτο τὸ σχῆμα. ἔτι δὲ πρὸς τούτοισιν, εἴ ἄρα κρατηθείη ὑπὸ τοῦ πωρώματος, εἰ μὲν ἐκτεταμένη ἡ χεὶρ κρατηθείη, κρέσσων ἂν εἴη μὴ προσεοῦσα, πολλῷ μὲν γὰρ κώλυμα εἴη, ὠφελοίη δὲ ὀλίγῳ· εἰ δʼ αὖ ξυγκεκαμμένη, μᾶλλον εὔχρηστος ἂν εἴη· πολλῷ δὲ εὐχρηστοτέρη, εἰ τὸ διὰ μέσου σχῆμα ἔχουσα πωρωθείη. τὰ μὲν περὶ τοῦ σχήματος τοιαῦτα. 48. ἐπιδεῖν δὲ χρὴ, τήν τε ἀρχὴν τοῦ πρώτου ὀθονίου βαλλόμενον κατὰ τὸ βλαφθὲν, ἤν τε καταγῇ, ἤν τε ἐκστῇ, ἤν τε διαστῇ, καὶ τὰς περιβολὰς τὰς πρώτας κατὰ τοῦτο ποιέεσθαι· καὶ ἐρηρείσθω μάλιστα ταύτῃ, ἔνθεν δὲ καὶ ἔνθεν ἐπὶ ἧσσον. τὴν δὲ ἐπίδεσιν κοινὴν ποιέεσθαι χρὴ τοῦ τε πήχεος καὶ τοῦ βραχίονος, καὶ ἐπὶ πουλὺ πλέον ἑκάτερον ἢ ὡς οἱ πλεῖστοι ποιέουσιν, ὅκως ἐξαρύηται ὡς μάλιστα ἀπὸ τοῦ σίνεος τὸ οἴδημα ἔνθεν καὶ ἔνθεν. Προσπεριβαλλέσθω δὲ καὶ τὸ ὀξὺ τοῦ πήχεος, ἢν τὸ σίνος κατὰ τοῦτο ᾖ, ἤν τε μὴ, ἵνα μὴ τὸ οἴδημα ἐνταῦθα περὶ αὐτὸ ξυλλέγηται. Περιφεύγειν δὲ χρὴ ἐν τῇ ἐπιδέσει, ὅκως μὴ κατὰ τὴν καμπὴν πολλὸν τοῦ ὀθονίου ἠθροισμένον ἔσται ἐκ τῶν δυνατῶν· πεπιέχθαι δὲ κατὰ τὸ σίνος ὡς μάλιστα. καὶ τὰ ἄλλα καταλαβέτω αὐτὸν περὶ τῆς πιέξιος καὶ τῆς χαλάσιος ταὐτὰ, καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἕκαστα, ὥσπερ τῶν ὀστέων τῶν κατεηγότων ἐν τῇ ἰητρείῃ πρόσθεν γέγραπται· καὶ αἱ μετεπιδέσιες διὰ τρίτης ἔστωσαν· χαλᾷν δὲ δοκεέτω τῇ τρίτῃ, ὥσπερ καὶ τότε. καὶ νάρθηκας προσπεριβάλλειν ἐν τῷ ἱκνεομένῳ χρόνῳ (οὐδὲν γὰρ ἀπὸ τρόπου, καὶ τοῖσι τα ὀστέα κατεηγόσι, καὶ τοῖσι μὴ, ἢν μὴ πυρεταίνῃ), ὡς χαλαρωτάτους δὲ, τοὺς μὲν ἀπὸ τοῦ βραχίονος κατατεταγμένους, τοὺς δὲ ἀπὸ τοῦ πήχεος ἀνειμένους· ἔστωσαν δὲ μὴ παχέες οἱ νάρθηκες· ἀναγκαῖον δὲ καὶ ἀνίσους αὐτοὺς εἶναι ἀλλήλοισιν, παραλλάσσειν δὲ παρʼ ἀλλήλους, ᾗ ἂν ξυμφέρῃ, τεκμαιρόμενον πρὸς τὴν ξύγκαμψιν. ἀτὰρ καὶ τῶν σπληνῶν τὴν πρόσθεσιν τοιαύτην χρὴ ποιέεσθαι, ὥσπερ καὶ τῶν ναρθήκων εἴρηται, ὀγκηροτέρους δὲ ὀλίγῳ κατὰ τὸ σίνος προστιθέναι. τοὺς δὲ χρόνους τοὺς ἀπὸ τῆς φλεγμονῆς τεκμαίρεσθαι καὶ ἀπὸ τῶν πρόσθεν γεγραμμένων.