43. ἢν δὲ ἐς τοὐπίσω βραχίων ἐκπέσῃ (ὀλιγάκις δὲ τοῦτο γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων), οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. ἢν μὲν οὖν αὐτίκα παρατύχης, βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως ἐμπίπτει. ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἔμβάλλειν· κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. ὡς δʼ ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδʼ ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν, ἥκιστα δὲ ἀγκῶνα. 44. ἔστι δὲ καὶ ἄλλα σίνεα κατʼ ἀγκῶνα ὀχλώδεα· τοῦτο μὲν γὰρ, τὸ παχύτερον ὀστέον ἔστιν ὅτε ἐκινήθη ἀπὸ τοῦ ἑτέρου, καὶ οὔτε ξυγκάμπτειν, οὔτε κατατανύειν ὁμοίως δύνανται. δῆλον δὲ γίνεται, ψαυόμενον κατὰ τὴν ξύγκαμψιν τοῦ ἀγκῶνος παρὰ τὴν διασχίδα τῆς φλεβὸς τὴν ἄνωθεν τοῦ μυὸς τείνουσαν. οἷσι δὲ τὸ τοιοῦτον, οὐκ ἔτι ῤηΐδιον ἐς τὴν ἑωυτοῦ φύσιν ἀγαγεῖν· οὐδὲ γὰρ ἄλλην οὐδεμίην ῤηΐδιον ξυμφυάδα κοινὴν δύο ὀστέων κινηθεῖσαν ἐς τὴν ἀρχαίην φύσιν ἱδρυνθῆναι, ἀλλʼ ἀνάγκη ὄγκον ἴσχειν τὴν διάστασιν. ὡς δʼ ἐπιδέειν χρὴ ἐν ἄρθρῳ, ἐν τῇ κατὰ σφυρὸν ἐπιδέσει εἴρηται. 45. ἔστι δʼ οἷσι κατήγνυται τοῦ πήχεος τὸ ὀστέον τὸ ὁποτεταγμένον τῷ βραχίονι, ὁτὲ μὲν τὸ χονδρῶδες αὐτοῦ ἀφʼ οὗ πέφυκεν ὁ τένων ὁ ὄπισθεν τοῦ βραχίονος· [ὁτὲ δὲ τὰ πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ·] καὶ ἐπὴν τοῦτο κινηθῇ, πυρετῶδες καὶ κακόηθες γίνεται· τὸ μέντοι ἄρθρον μένει ἐν τῇ ἑωυτοῦ χώρῃ· πᾶσα γὰρ ἡ βάσις αὐτέου ταύτῃ ὑπερέχει. ὅταν δὲ ἀπαγῇ ταύτῃ ᾗ ὑπερέχει ἡ κεφαλὴ τοῦ βραχίονος, πλανωδέστερον τὸ ἄρθρον γίνεται, ἢν παντάπασιν ἀποκαυλισθῇ. ἀσινέστερα δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντα τὰ κατηγνύμενα τῶν ὀστέων ἐστὶν, ἢ οἷσι τὰ μὲν ὀστέα οὐ κατάγνυται, φλέβες δὲ καὶ νεῦρα ἐπίκαιρα ἀμφιφλᾶται ἐν τούτοισι τοῖσι χωρίοισιν· ἐγγυτέρω γὰρ θανάτου πελάζει ταῦτα ἢ ἐκεῖνα, ἢν ἐκπυρωθῇ ξυνεχεῖ πυρετῷ· ὀλίγα γε μὴν τὰ τοιαῦτα κατήγματα γίνεται.